[ ] Eg. — Theadelphia (Batn Ihrīt) — 70 BC — SB 3.6236
1       ἄσυλον κατὰ τὰ προστεταγμένα.
τῶι ἐπιστάτηι Θεαδελφείας· τῆς δε-
δομένης τοῖς βασιλεῦσιν ἐντεύ-
ξεως παρὰ Φιλίππου τοῦ Τιμοκράτους,
5 μετενηνεγμένης δ’ ἐφ’ ἡμᾶς σὺν τῶι
γεγονότι πρὸς αὐτὴν χρηματισμῶι ἀν-
τίγραφον συνεσφράγισται· μηδενὶ οὖν
ἐπίτρεπε εἰσβιάζεσθαι εἰς τὰ δηλού-
μενα ἱερὰ ἀκολούθως τοῦς προστετα-
10 γμένοις· (ἔτους) ιβʹ, [Θ]ῶυτ κϛʹ
βασιλεῖ Π̣τ̣ο̣λ̣ε̣μ̣α̣ίωι καὶ βασιλίσσηι Κλεοπά-
τραι τῆι καὶ Τρυφαίνηι τῆι ἀδελφῇ, θεοῖς Φιλο-
πάτορσι καὶ Φιλαδέλφοις, χαίρειν
Φίλιππος Τιμοκράτους Κορίνθιος τῶν αʹ {²⁶πρώτων}²⁶ φίλων
15 καὶ ͵α {²⁶(χιλι)ά(ρχων)?}²⁶ καὶ περὶ ὑμᾶς μαχαιροφόρων· ὑπάρχοντος
ἐν κώμῃ Θεαδελφείαι τοῦ Ἀρσινοίτου ἱεροῦ Ἴσιδος
Ἐσερέμφιος θεᾶς μεγίστης καὶ ἑτέρου ἱεροῦ
Ἡρακλέους θεοῦ μεγάλου Καλλινίκου, ἐν οἷς καὶ ἱκό-
νες ὑμῶν ἀνάκεινται, τινῶν δὲ παρὰ τὴν ὑμε-
20 τέραν προαίρεσιν ἐπιτηδευόντων εἰσβιάζεσ-
θαι εἰς τὰ ἱερὰ καὶ τοὺς ἐν τούτοις ἀποτεταγμέ-
νους σκύλλειν, ὑμῶν δέ, μέγιστοι βασιλεῖς,
ἐπάνωθεν τὰ πρὸς τὸ θεῖον εὐσεβῶς διακειμέ-
νων, μάλιστα δὲ πρὸς τὴν μεγίστην θεὰν Ἶσιν,
25 βόυλομαι μεταλαβεῖν τῆς ἐξ ὑμῶν πρὸς πάντας
μεγαλοψύχου καὶ εὐεργετικῆς ἀπαντήσεως,
ἐπιχωρηθέντος εἶναι τὰ σημαινόμενα ἱερὰ ἄσυλα
[οὐδ]ενὶ ἐφέσεως οὔσης ἐν τούτοις [βί]αιον δια-
πράσσεσθαι πρὸς τὸ ἀπαραποδίστως τὰ νομι-
30 ζόμενα τοῖς θεοῖς ἐπιτελεῖσθαι ὑπέρ τε
ὑμῶν καὶ τῶν τέκνων· δέομαι ὑμῶν τῶν κοι-
νῶν Σωτήρων, ἀβλαβοῦς ὄντος τοῦ ἀξιώμα-
τος, εἰ δοκεῖ, ἐπιχωρήσαντάς μοι τὸ προκί-
μενον προστάξαι Ἀπολλωνίωι τῶι συγγε-
35 νεῖ καὶ στρατηγῶι τοῦ νομοῦ, ὅπως οὗτος
γινώσκων τὴν γεγονυῖαν τῶν ἱερῶν ἀσυ-
λίαν κατακολουθῇ τοῖς προστεταγμέ-
νοις μηθενί ἐπιτρέπειν παρὰ ταῦτά τι
ἐπιτελεῖν, οὐδενὶ ἐφέσεως οὔσης εἰσ-
40 βιάζεσθαι εἰς τὰ ἱερὰ οὐδὲ τοὺς ἱερεῖς
περισπᾶν οὐδὲ τοὺς αὐτόθι καταφεύ-
γοντας ἐγβιάζεσθαι οὐδ’ ἄλλο οὐδὲν
ἀδίκημα συντελεῖσθαι πρὸς τὸ ἀνεμ-
ποδίστως τὰ νομιζόμενα τοῖς θεοῖς
45 καὶ τὰς ὑμῶν καὶ τῶν τέκνων θυσίας
καὶ σπονδὰς ἐπιτελεῖν ἀνατεθῆ-
ναι δὲ καὶ στήλας λιθίνας πρὸ ἑκατε-
ρου ἱεροῦ κύκλῳ, δι’ ᾧν ἐνγραφήσεται
τὰ ὑφ’ ὑμῶν, μέγιστοι βασιλεῖς, προστε-
50 ταγμένα. εἰς τὸ μηθὲν παρὰ ταῦτα
ἐπιτελεῖσθαι, ἵν’ ὦ πεφιλανθρωπη-
μένος·          εὐτυχεῖτε.
     Ἀπολλωνίωι· γινέσθω· (ἔτους) ιαʹ, Ἐπεὶφ κγʹ.
Search Help
Contact Us