[ ]
Eg. — Theadelphia (Batn Ihrīt) — 70 BC — SB 3.6236
1 | ἄσυλον κατὰ τὰ προστεταγμένα. |
τῶι ἐπιστάτηι Θεαδελφείας· τῆς δε- | |
δομένης τοῖς βασιλεῦσιν ἐντεύ- | |
ξεως παρὰ Φιλίππου τοῦ Τιμοκράτους, | |
5 | μετενηνεγμένης δ’ ἐφ’ ἡμᾶς σὺν τῶι |
γεγονότι πρὸς αὐτὴν χρηματισμῶι ἀν- | |
τίγραφον συνεσφράγισται· μηδενὶ οὖν | |
ἐπίτρεπε εἰσβιάζεσθαι εἰς τὰ δηλού- | |
μενα ἱερὰ ἀκολούθως τοῦς προστετα- | |
10 | γμένοις· (ἔτους) ιβʹ, [Θ]ῶυτ κϛʹ |
βασιλεῖ Π̣τ̣ο̣λ̣ε̣μ̣α̣ίωι καὶ βασιλίσσηι Κλεοπά- | |
τραι τῆι καὶ Τρυφαίνηι τῆι ἀδελφῇ, θεοῖς Φιλο- | |
πάτορσι καὶ Φιλαδέλφοις, χαίρειν | |
Φίλιππος Τιμοκράτους Κορίνθιος τῶν αʹ {²⁶πρώτων}²⁶ φίλων | |
15 | καὶ ͵α {²⁶(χιλι)ά(ρχων)?}²⁶ καὶ περὶ ὑμᾶς μαχαιροφόρων· ὑπάρχοντος |
ἐν κώμῃ Θεαδελφείαι τοῦ Ἀρσινοίτου ἱεροῦ Ἴσιδος | |
Ἐσερέμφιος θεᾶς μεγίστης καὶ ἑτέρου ἱεροῦ | |
Ἡρακλέους θεοῦ μεγάλου Καλλινίκου, ἐν οἷς καὶ ἱκό- | |
νες ὑμῶν ἀνάκεινται, τινῶν δὲ παρὰ τὴν ὑμε- | |
20 | τέραν προαίρεσιν ἐπιτηδευόντων εἰσβιάζεσ- |
θαι εἰς τὰ ἱερὰ καὶ τοὺς ἐν τούτοις ἀποτεταγμέ- | |
νους σκύλλειν, ὑμῶν δέ, μέγιστοι βασιλεῖς, | |
ἐπάνωθεν τὰ πρὸς τὸ θεῖον εὐσεβῶς διακειμέ- | |
νων, μάλιστα δὲ πρὸς τὴν μεγίστην θεὰν Ἶσιν, | |
25 | βόυλομαι μεταλαβεῖν τῆς ἐξ ὑμῶν πρὸς πάντας |
μεγαλοψύχου καὶ εὐεργετικῆς ἀπαντήσεως, | |
ἐπιχωρηθέντος εἶναι τὰ σημαινόμενα ἱερὰ ἄσυλα | |
[οὐδ]ενὶ ἐφέσεως οὔσης ἐν τούτοις [βί]αιον δια- | |
πράσσεσθαι πρὸς τὸ ἀπαραποδίστως τὰ νομι- | |
30 | ζόμενα τοῖς θεοῖς ἐπιτελεῖσθαι ὑπέρ τε |
ὑμῶν καὶ τῶν τέκνων· δέομαι ὑμῶν τῶν κοι- | |
νῶν Σωτήρων, ἀβλαβοῦς ὄντος τοῦ ἀξιώμα- | |
τος, εἰ δοκεῖ, ἐπιχωρήσαντάς μοι τὸ προκί- | |
μενον προστάξαι Ἀπολλωνίωι τῶι συγγε- | |
35 | νεῖ καὶ στρατηγῶι τοῦ νομοῦ, ὅπως οὗτος |
γινώσκων τὴν γεγονυῖαν τῶν ἱερῶν ἀσυ- | |
λίαν κατακολουθῇ τοῖς προστεταγμέ- | |
νοις μηθενί ἐπιτρέπειν παρὰ ταῦτά τι | |
ἐπιτελεῖν, οὐδενὶ ἐφέσεως οὔσης εἰσ- | |
40 | βιάζεσθαι εἰς τὰ ἱερὰ οὐδὲ τοὺς ἱερεῖς |
περισπᾶν οὐδὲ τοὺς αὐτόθι καταφεύ- | |
γοντας ἐγβιάζεσθαι οὐδ’ ἄλλο οὐδὲν | |
ἀδίκημα συντελεῖσθαι πρὸς τὸ ἀνεμ- | |
ποδίστως τὰ νομιζόμενα τοῖς θεοῖς | |
45 | καὶ τὰς ὑμῶν καὶ τῶν τέκνων θυσίας |
καὶ σπονδὰς ἐπιτελεῖν ἀνατεθῆ- | |
ναι δὲ καὶ στήλας λιθίνας πρὸ ἑκατε- | |
ρου ἱεροῦ κύκλῳ, δι’ ᾧν ἐνγραφήσεται | |
τὰ ὑφ’ ὑμῶν, μέγιστοι βασιλεῖς, προστε- | |
50 | ταγμένα. εἰς τὸ μηθὲν παρὰ ταῦτα |
ἐπιτελεῖσθαι, ἵν’ ὦ πεφιλανθρωπη- | |
μένος· εὐτυχεῖτε. | |
Ἀπολλωνίωι· γινέσθω· (ἔτους) ιαʹ, Ἐπεὶφ κγʹ. |