[ ]
Eg. — Theadelphia (Batn Ihrīt) — 93 BC — SB 3.6153
1 | ἄσυλον κατὰ πρόσταγμα· ὧι μὴ |
πρᾶγμα. vac. βασιλεῖ Πτολεμαί<ωι> {⁴Πτολεμαίου}⁴ | |
τῶι καὶ Ἀλεξάνδρωι θε<ῶι> {⁴θεοῦ}⁴ [Φι]<λο>μ̣ή<το>- | |
ρι χαίρειν οἱ ἱερεῖς Ἴσιδος | |
5 | Σαχύψιος, θεᾶς μεγίστης, |
τῆς πρώτως ἐπιφανείσης, ἱεροῦ | |
τοῦ ὄντος ἐν Θεαδελφείαι τῆς Θεμίσ- | |
του μερίδος τοῦ Ἀρσινοΐτου· τοῦ διασα- | |
φουμένου ἱεροῦ ὄντος ἁγίου ἔτι ἀπὸ τῶν | |
10 | προγόνων σου, μέγιστε βασιλεῦ, καὶ τιμῆς |
καὶ προεδρείας καὶ κα<τὰ> τοὺς διαγεγονό- | |
τας χρόνους τετευχότος, νυνὶ δὲ ἔνιοι | |
τῶν ἀσεβεῖν ἐνχειρούτων παρὰ τὸ καθῆκο- | |
ν ἀναστρεφό<με>νοι οὐ μόνον ἐγβιάζονται τοὺς | |
15 | εἰς τοῦ{σ}το {²⁶τοῦτο}²⁶ κατ<α>φεύγοντας ἱκέτας, ἀλλὰ καὶ δι[ὰ] |
χειραψίας καὶ τῆς χειρίστης βίας ἀτακτότερο[ν] | |
εἰσοδεύοντες ἀ<φόσια> μὲν τελοῦνται ἀσεβήματα, | |
παρ’ ἥν ἔχεις, θεότατε βασιλεῦ, πρὸ<ς> τὸ θεῖον εὐ- | |
σέβειαν, μάλιστα πρὸς τὴν θεὰν Ἶσιν, διὸ δε- | |
20 | όμεθά σου τοῦ νικηφόρου <θεοῦ>, εἰ δοκεῖ, ἐπιχωρῆσαι {α} |
ἄσυλον ὑπάρχειν τὸ διασαφούμεν<ον> ἱερὸν καὶ προ- | |
θεῖναι στήλας λιθίνας ἐκ τῶν τεσσάρων <ἀνέμων>, κυκλό- | |
θεν τοῦ ἱεροῦ πήχεσιν {πήχεσιν} πεντήκοντα | |
ἐχούσας ἐπιγραφὰς ἐνδόξως ὧ[ι] μὴ πρᾶγμα | |
25 | μὴ εἰσίναι, ὑπέρ τε σοῦ, μέγιστε βασιλεῦ, εἰ- |
ς τὸ μηδένα εἰσβιάζεσθαι τρόπωι μηδενί, | |
τοὺς δὲ παρὰ ταῦτα ποιοῦντας ἐνέχεσθαι | |
ἱεροσυλ{λ}ίαι {²⁶ἱεροσυλίαι}²⁶ καὶ πείπτειν ὑπὸ πικροτέραν δι- | |
{δ}άληψιν {²⁶διάληψιν}²⁶· προσταγέντος Λυσανίαι τῶι συγ- | |
30 | [γ]ενεῖ καὶ στρατηγῶι τοῦ νομοῦ κατακολο- |
[υθ]ήσαντα τοῦς προστεταγμένους ἐᾶσαι ἡ- | |
[μᾶ]ς ἐπιτελεῖν τὰ ἠξιωμένα, ὅπως πολλῷ | |
[μ]ᾶλλον αἵ τε θυσίαι καὶ σπονδαὶ καὶ τἆ[λλα] | |
[τ]ὰ νομιζόμενα ὑπέρ τε σοῦ καὶ τῶ[ν τέ]- | |
35 | [κνω]ν καὶ τῶν προγόνων καὶ Ἴσι[δι καὶ Σαρά]- |
π[ιδι] ἐπιτελεσθῇ, ἵν’ [ὦμεν εὐεργετημένοι]· | |
εὐτύχει. [Λυσανίαι· ποιεῖν]· | |
[(ἔτους) καʹ, Μ]εχεὶ̣ρ̣ [ζʹ]. |