[ ]
Eg. — Theadelphia (Batn Ihrīt) — 93 BC — SB 3.6152
1 | ἄσυλον κατὰ πρόσταγμα· ᾧ μὴ πρᾶγμα |
βασιλεῖ Πτολεμαίωι τῶι καὶ Ἀλεξάνδρω̣ι̣ | |
θεῶι Φιλομήτορι χαίρειν | |
οἱ ἱερεῖς Ἴσιδος Σαχύψιος, θεᾶς μεγίστης, | |
5 | τῆς πρώτης ἐπιφανείσης, ἱεροῦ τοῦ |
ὄντος ἐν Θεαδελφείαι τῆς Θεμίστου | |
μερίδος τοῦ Ἀρσινοΐτου· τοῦ διασαφουμ̣έ̣- | |
νου ἱεροῦ ὄντος ἁγίου ἔτι ἀπὸ τῶν προγόνων | |
σου, μέγιστε βασιλεῦ, καὶ τιμῆς καὶ προεδρείας καὶ | |
10 | κατὰ τοὺς διαγεγονότας χρόνους τετευχότος, |
νυνὶ δὲ ἔνιοι τῶν ἀσεβεῖν ἐνχειρούτων παρὰ τὸ κα- | |
θῆκον ἀναστρεφόμενοι οὐ μόνον ἐγβιάζονται τοὺς | |
εἰς τοῦτο καταφεύγοντας ἱκέτας, ἀλλὰ καὶ διὰ χει- | |
ραψίας καὶ τῆς χειρίστης βίας ἀτακτότερον εἰσο- | |
15 | δεύοντες ἀφόσια μὲν τελοῦνται ἀσεβήματα παρ’ |
ἣν ἔχεις, θεότατε βασιλεῦ, πρὸς τὸ θεῖον εὐσέβειαν, | |
μάλιστα πρὸς τὴν θεὰν Ἶσιν, διὸ δεόμεθά σου τοῦ νι- | |
κηφόρου θεοῦ, εἰ δοκεῖ, ἐπιχωρῆσαι ἄσυλον ὑπάρχε- | |
ιν τὸ διασαφούμενον ἱερόν, καὶ προθεῖναι στή- | |
20 | λας λιθίνας ἐκ τῶν τεσσάρων ἀνέμων, κυκλό- |
θεν τοῦ ἱεροῦ πήχεσιν πεντήκοντα, ἐχούσας ἐπι- | |
γραφὰς ἐνδόξως ὧι μὴ πρᾶγμα μὴ εἰσίναι, ὑπέρ | |
τε σοῦ, μέγιστε βασιλεῦ, εἱς τὸ μηδένα εἰσβι- | |
άζεσθαι τρόπωι μηδενί, τοὺς δὲ παρὰ ταῦτα π̣ο̣ι̣- | |
25 | οῦντας ἐνέχεσθαι ἱεροσ[υλίαι] καὶ πείπτειν ὑπ[ὸ πι]- |
κρότεραν διάληψ̣ι̣ν̣· π̣ρ̣ο̣σ̣τ̣α̣γ̣έ̣ντος Λυσα[νίαι] | |
[τῶι] σ̣υνγενεῖ καὶ στρατηγῶι τοῦ νομ[οῦ], κατα- | |
κολουθήσαντα τοῖς προστεταγμένοις | |
ἐᾶσαι ἡμᾶς ἐπιτελεῖν τὰ ἠξιωμένα, ὅπ- | |
30 | ως πολλῷ μᾶλλον αἵ τε θυσίαι καὶ σπονδαὶ |
καὶ τἆλλα τὰ νομιζόμενα ὑπέρ τε σοῦ | |
καὶ τῶν τέκνων καὶ τῶν προγόνων καὶ Ἴσι- | |
δι καὶ Σαράπιδι ἐπιτελεσθῇ, ἳν’ ὦμεν εὐεργε- | |
τη<μ>ένοι· εὐτύχει. | |
35 | Λυσανίαι· ποιεῖν· |
(ἔτους) καʹ, Μεχεὶρ ζʹ. |