[ ] Eg. — Theadelphia (Batn Ihrīt) — 93 BC — SB 3.6152
1 ἄσυλον κατὰ πρόσταγμα· ᾧ μὴ πρᾶγμα
βασιλεῖ Πτολεμαίωι τῶι καὶ Ἀλεξάνδρω̣ι̣
θεῶι Φιλομήτορι χαίρειν
οἱ ἱερεῖς Ἴσιδος Σαχύψιος, θεᾶς μεγίστης,
5 τῆς πρώτης ἐπιφανείσης, ἱεροῦ τοῦ
ὄντος ἐν Θεαδελφείαι τῆς Θεμίστου
μερίδος τοῦ Ἀρσινοΐτου· τοῦ διασαφουμ̣έ̣-
νου ἱεροῦ ὄντος ἁγίου ἔτι ἀπὸ τῶν προγόνων
σου, μέγιστε βασιλεῦ, καὶ τιμῆς καὶ προεδρείας καὶ
10 κατὰ τοὺς διαγεγονότας χρόνους τετευχότος,
νυνὶ δὲ ἔνιοι τῶν ἀσεβεῖν ἐνχειρούτων παρὰ τὸ κα-
θῆκον ἀναστρεφόμενοι οὐ μόνον ἐγβιάζονται τοὺς
εἰς τοῦτο καταφεύγοντας ἱκέτας, ἀλλὰ καὶ διὰ χει-
ραψίας καὶ τῆς χειρίστης βίας ἀτακτότερον εἰσο-
15 δεύοντες ἀφόσια μὲν τελοῦνται ἀσεβήματα παρ’
ἣν ἔχεις, θεότατε βασιλεῦ, πρὸς τὸ θεῖον εὐσέβειαν,
μάλιστα πρὸς τὴν θεὰν Ἶσιν, διὸ δεόμεθά σου τοῦ νι-
κηφόρου θεοῦ, εἰ δοκεῖ, ἐπιχωρῆσαι ἄσυλον ὑπάρχε-
ιν τὸ διασαφούμενον ἱερόν, καὶ προθεῖναι στή-
20 λας λιθίνας ἐκ τῶν τεσσάρων ἀνέμων, κυκλό-
θεν τοῦ ἱεροῦ πήχεσιν πεντήκοντα, ἐχούσας ἐπι-
GRAFA\S E)NDO/CWS W(=I MH\ PRA=GMA MH\ EI)SI/NAI, U(PE/R
τε σοῦ, μέγιστε βασιλεῦ, εἱς τὸ μηδένα εἰσβι-
άζεσθαι τρόπωι μηδενί, τοὺς δὲ παρὰ ταῦτα π̣ο̣ι̣-
25 οῦντας ἐνέχεσθαι ἱεροσ[υλίαι] καὶ πείπτειν ὑπ[ὸ πι]-
κρότεραν διάληψ̣ι̣ν̣· π̣ρ̣ο̣σ̣τ̣α̣γ̣έ̣ντος Λυσα[νίαι]
[τῶι] σ̣υνγενεῖ καὶ στρατηγῶι τοῦ νομ[οῦ], κατα-
κολουθήσαντα τοῖς προστεταγμένοις
ἐᾶσαι ἡμᾶς ἐπιτελεῖν τὰ ἠξιωμένα, ὅπ-
30 ως πολλῷ μᾶλλον αἵ τε θυσίαι καὶ σπονδαὶ
καὶ τἆλλα τὰ νομιζόμενα ὑπέρ τε σοῦ
καὶ τῶν τέκνων καὶ τῶν προγόνων καὶ Ἴσι-
δι καὶ Σαράπιδι ἐπιτελεσθῇ, ἳν’ ὦμεν εὐεργε-
τη<μ>ένοι·     εὐτύχει.
35        Λυσανίαι· ποιεῖν·
                       (ἔτους) καʹ, Μεχεὶρ ζʹ.
Search Help
Contact Us