Fayoum 1:75
[ ] Eg. — Soknopaiou Nesos (Dimai) — 54 AD — SB 5.8900
1 Λούσιος 〚Γέτας〛 Κλαυδίωι Λυσα-
νίᾳ στρατηγῶι Ἀρσινοείτου
χαίρειν· τὸ ὑπογεγραμμένον
ἔκθεμα πρόθες ἐν οἷς καθήκει
5 τοῦ νομοῦ τόποις, ἵνα πάντες
εἰδῶσι τὰ ὑπ’ ἐμοῦ κελευόμενα·
    ἔρρωσο.
Λούκιος Λούσιος 〚Γέτας〛 λέγει·
ἐπεὶ Ἀρσινοείτου ἱερεῖς θεοῦ
10 Σοκνοπαίου ἐνέτυχόν μοι
λέγοντες εἰς γεωργίας ἄγεσθαι,
τούτους μὲν ἀπολύωι· ἐὰν
δέ τις ἐξελεγχθῆι τὰ ὑπ’ ἐμοῦ
ἅπαξ κεκριμένα ἢ προστα-
15 χθέντα κεινήσας ἢ βουληθεὶς
ἀμφίβολα ποιῆσαι, κατ’ ἀξιὰν
ἢ ἀργυρικῶς ἢ σωματικῶς
κολασθήσεται. (ἔτους) ιδʹ Τιβερίου
Κλαυδίου Καίσαρος Σεβαστοῦ,
20 Γερμανικοῦ Αὐτοκράτορος,
    Φαρμοῦθι γʹ.
Search Help
Contact Us