[ ] Delos — ca. 325-275 BC — L. Robert, Hellenica V (1948) 5-15 — TAPA 110 (1980) 161-193 (N.F. Jones, R.S. Stroud)
See also:
1           θεός.
[ἐπ]γραμματιστᾶ Εὐθέα· {²vac.}²
[Γ]α̣μιλίου· ἔδοξε τᾶι ἐκκλησί-
[α]ι· ἐπειδὲ Ξενοκλῆς καὶ Παυσί-
5 μαχος Ἀθηναῖοι ἐμ παντὶ
καιρῶι διατελοῦντι εὔνοοι ὄν-
τες τᾶι πόλει καὶ τοῖς παραγε-
νομένοις τῶν πολιτᾶν εἰς Ἀ-
θήνας· ἔδοξε τᾶι ἐκκλησί-
10 αι· Ξενοκλῆ Ἁγνοθέου καὶ
Παυσίμαχον Δημοκλέους Ἀ-
θηναίους προξένους εἶμεν
καὶ εὐεργέτας τᾶς πόλιος
αὐτοὺς καὶ ἐκγόνους· εἶμεν δὲ
15 αὐτοῖς καὶ πολιτείαν καὶ γᾶς
καὶ οἰκίας ἔγκτησιν καὶ ἀσυ-
λίαν καὶ πολέμου καὶ εἰράνας
καὶ τὰ λοιπὰ τίμια ὅσα καὶ το[ῖς]
λοιποῖς προξένοις καὶ εὐερ̣-
20 γέταις τᾶς πόλιος· τὰν δὲ
βουλὰν διακλαρῶσαι εἰς
ἡμιόγδοον καὶ τριακάδα
καὶ φυλὰν καὶ φάτραν· Διεκλα-
ρώθην· ἡμιογδόου vv ΑΣ vv Ϝ,
25 [ἀ]ρχαίας vv φυλᾶς vv Ἀορέων,
[φ]άτρας vv Ομακχιάδας.
Search Help
Contact Us