[ ]
Delos — ca. 325-275 BC — L. Robert, Hellenica V (1948) 5-15 — TAPA 110 (1980) 161-193 (N.F. Jones, R.S. Stroud)
See also:
1 | θεός. |
[ἐπ]ὶ γραμματιστᾶ Εὐθέα· {²vac.}² | |
[Γ]α̣μιλίου· ἔδοξε τᾶι ἐκκλησί- | |
[α]ι· ἐπειδὲ Ξενοκλῆς καὶ Παυσί- | |
5 | μαχος Ἀθηναῖοι ἐμ παντὶ |
καιρῶι διατελοῦντι εὔνοοι ὄν- | |
τες τᾶι πόλει καὶ τοῖς παραγε- | |
νομένοις τῶν πολιτᾶν εἰς Ἀ- | |
θήνας· ἔδοξε τᾶι ἐκκλησί- | |
10 | αι· Ξενοκλῆ Ἁγνοθέου καὶ |
Παυσίμαχον Δημοκλέους Ἀ- | |
θηναίους προξένους εἶμεν | |
καὶ εὐεργέτας τᾶς πόλιος | |
αὐτοὺς καὶ ἐκγόνους· εἶμεν δὲ | |
15 | αὐτοῖς καὶ πολιτείαν καὶ γᾶς |
καὶ οἰκίας ἔγκτησιν καὶ ἀσυ- | |
λίαν καὶ πολέμου καὶ εἰράνας | |
καὶ τὰ λοιπὰ τίμια ὅσα καὶ το[ῖς] | |
λοιποῖς προξένοις καὶ εὐερ̣- | |
20 | γέταις τᾶς πόλιος· τὰν δὲ |
βουλὰν διακλαρῶσαι εἰς | |
ἡμιόγδοον καὶ τριακάδα | |
καὶ φυλὰν καὶ φάτραν· Διεκλα- | |
ρώθην· ἡμιογδόου vv ΑΣ vv Ϝ, | |
25 | [ἀ]ρχαίας vv φυλᾶς vv Ἀορέων, |
[φ]άτρας vv Ομακχιάδας. |