[ ] Delos — 1st c. BC — BCH 86 (1962) 18-23
1 δά[κρυσον κού]ραν Ἑρμαφίλου Ἀντιόχισσαν
  Μο․c.6․․ δυσπενθῆ μοῖραν ἐνεγκαμέναν,
τόν [τ’ ἀπὸ Φοιν]ίκης Θεόδωρον Λαοδικεῖα
  δάκρ[υσο]ν, γεν<έ>ται ταὐτὸν ἔχοντα ὄνομα,
5 ἄλλο[υς] τε ἀνθρακιῆς ὁπόσους μία μοῖρ’ ἐκάλυψεν
  Ἀΐδεω, τρισσὰς εἰς ἀριθμὸν δεκάδας·
οὓς φλὸξ τυφομένη πυρὸς ὤλεσε, τ<α>ῖς δὲ καμούσαις
  κοινὸν ἀποφθιμένων τοῦτο καταγλάϊσεν
σῆμα Μέγης Φοῖνιξ Διονυσίου· ἀλλὰ τὸ χαίρειν
10 [τοὺς] κατὰ γῆς εἰπὼν δὶς τόσον αὐτὸς ἔχοις.
Search Help
Contact Us