[ ]
Delos — end 3rd c. BC — AD 14 (1931/32) 84-89 — F. Sokolowski, LSCG Suppl. (1962) 107, 53
1 | ἔδοξεν τῆ̣ι βουλῆι καὶ τῶι δήμωι· |
Τηλέ̣μνηστος Ἀριστείδ̣ου εἶ- | |
πεν· ὅπως εἰς τὸ λοιπὸν διαμέ[ν]ε̣[ι] | |
ὁ τόπος καθαρὸς ὢν ὁ π[ρὸ]ς τῶι [Διο]- | |
5 | ν̣ύ̣σωι καὶ μηθεὶς ἐμ[β]άλλει εἰς τὸ̣ν̣ |
[ἀ]ν̣α̣καθαρθέντα τόπον μηδ’ ε[ἰς τὸ] | |
τ̣[έ]μενος τὸ τῆς Λητοῦς [μή]τ[ε κό]- | |
[προ]ν̣ μήτε σποδὸν μήτε [ἄλλο μη]- | |
[θέ]ν̣, δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δή̣- | |
10 | μωι· ἐάν τις ἁλί[σ]κηται τούτ[ων τι] |
π̣ο̣ι̣ῶ̣ν̣, ἐξουσίαν εἶναι τῶι λαβόντ[ι] | |
κ̣α̣ὶ̣ ἀπάγειν καὶ εἰσαγγέλλειν πρὸ[ς] | |
τὴν βουλήν· τὴν δὲ βουλὴν τὸμ μὲν | |
δοῦλον μαστιγοῦν ἐν τῶι κύφων[ι] | |
15 | πλ[ηγα]ῖς πεντήκοντα, τὸν δὲ ἐλεύθ̣[ε]- |
ρον ζημιοῦν δραχμαῖς [δ]έκα καὶ πρά̣τ̣- | |
[τειν ἀ]νεύθυνον οὖσαν καὶ διδόνα[ι] | |
[τοῦ ἀρ]γυρίου τὸ μὲν ἥμυσυ τοῖς ἱε̣ρ̣- | |
ο̣π̣ο̣ι̣ο̣ῖ̣ς̣, τὸ δὲ ἥμυσυ τῶι εἰσανγείλα- | |
20 | [ντι· τὸ δὲ ψ]ήφισμα τόδε ἀναγράψαν- |
[τας τοὺ]ς βουλευτὰς εἰς στήλην στ- | |
ῆσαι π[αρ]ὰ τὸν βωμὸν τοῦ Διονύσου, τὸ | |
[δ’ ἀ]ν̣ά̣λωμα δοῦναι τοὺς ταμίας | |
Τ[λ]ηπόλεμον καὶ Νίκαρχον. Ἀνφιθάλης | |
25 | Πράξωνος ἐπεψήφισεν. |