[ ] Delos — end 3rd c. BC — AD 14 (1931/32) 84-89 — F. Sokolowski, LSCG Suppl. (1962) 107, 53
1 ἔδοξεν τῆ̣ι βουλῆι καὶ τῶι δήμωι·
Τηλέ̣μνηστος Ἀριστείδ̣ου εἶ-
πεν· ὅπως εἰς τὸ λοιπὸν διαμέ[ν]ε̣[ι]
ὁ τόπος καθαρὸς ὢν ὁ π[ρὸ]ς τῶι [Διο]-
5 ν̣ύ̣σωι καὶ μηθεὶς ἐμ[β]άλλει εἰς τὸ̣ν̣
[ἀ]ν̣α̣καθαρθέντα τόπον μηδ’ ε[ἰς τὸ]
τ̣[έ]μενος τὸ τῆς Λητοῦς [μή]τ[ε κό]-
[προ]ν̣ μήτε σποδὸν μήτε [ἄλλο μη]-
[θέ]ν̣, δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δή̣-
10 μωι· ἐάν τις ἁλί[σ]κηται τούτ[ων τι]
π̣ο̣ι̣ῶ̣ν̣, ἐξουσίαν εἶναι τῶι λαβόντ[ι]
κ̣α̣ὶ̣ ἀπάγειν καὶ εἰσαγγέλλειν πρὸ[ς]
τὴν βουλήν· τὴν δὲ βουλὴν τὸμ μὲν
δοῦλον μαστιγοῦν ἐν τῶι κύφων[ι]
15 πλ[ηγα]ῖς πεντήκοντα, τὸν δὲ ἐλεύθ̣[ε]-
ρον ζημιοῦν δραχμαῖς [δ]έκα καὶ πρά̣τ̣-
[τειν ἀ]νεύθυνον οὖσαν καὶ διδόνα[ι]
[τοῦ ἀρ]γυρίου τὸ μὲν ἥμυσυ τοῖς ἱε̣ρ̣-
ο̣π̣ο̣ι̣ο̣ῖ̣ς̣, τὸ δὲ ἥμυσυ τῶι εἰσανγείλα-
20 [ντι· τὸ δὲ ψ]ήφισμα τόδε ἀναγράψαν-
[τας τοὺ]ς βουλευτὰς εἰς στήλην στ-
ῆσαι π[αρ]ὰ τὸν βωμὸν τοῦ Διονύσου, τὸ
[δ’ ἀ]ν̣ά̣λωμα δοῦναι τοὺς ταμίας
Τ[λ]ηπόλεμον καὶ Νίκαρχον. Ἀνφιθάλης
25 Πράξωνος ἐπεψήφισεν.
Search Help