1 | [Ἑλλὰς ὅλη φωνᾶς θρόον εὔλυ]ρον ἔκλυεν̣ [ἁμᾶς], |
[δόξα δ’ ἀειμνάστων] ζῶσα μένει στεφ[άνων]· | |
[μάντιος Ἀονί]ας ὀφιώδεος εἷλον ἀ[γῶνα] | |
[ἠδὲ παρ’ Ἑρκύν]νας χεύμασιν ἐστεφόμ[αν]· | |
5 | [ἆθλα δ’ Ἐλε]υθερίων τε καὶ ἐκ φηγοῖο Λυκαίων |
[καὶ Φενεοῖ]ο δρυμῶν ἄγαγον Ἀρκαδίας· | |
[καὶ Πυθοῖ] Δελφοί με κατέστεφον ἔρνεσι δάφνας | |
[εὐιέροι]ς· τρισσοὺς δ’ ἦλθον ὑπὸ στεφάνους | |
[ἐν νάσωι] Φοίβοιο· μολὼν δ’ εἰς γαῖαν Ἐπειῶν | |
10 | [εἷλον ἀει]μνάστου θαλλὸν Ὀλυμπιάδος· |
[καὶ δὲ κλυτῶν] τ̣ι̣μ̣[ᾶν] Ἥ̣ρ̣α̣[ς] Ἠλεῖος ἄεθλο[ς] | |
μάρτυς· ἐφ’ Ἑρκύννας χε[ύμασι δ’ ἐστεφόμαν]· | |
καὶ στέφος Ἡρακλῆ̣ος ἐπ[ὶ κροτάφοις θέτο Θήβα], | |
τρισσὰ δ’ Ἐρεχθειδᾶν ἀ[γαγόμαν ἄεθλα], | |
15 | ἁγνὸν Ἐλευσῖνος πρὸς ἀνάκ[τορον ἁνίκ’ ἰδέσθαι] |
πενταετῆ Δηοῦς ἦλθον [ἐγὼ τελετάν]· | |
καὶ Βάκχου τριετηρὶς ἐμᾶ[ς τέχνας ἴδε νίκαν], | |
[κ]α̣ὶ Ταν<άγρ>αι Μουσᾶν στέ[μματα δισσὰ λάβον], | |
[Π]οιμανδρί̣αν γαίαν [ἐλθὼν πάτραν τε Κορίννας], | |
20 | [καὶ] Παναθηναίων [θαλλὸν ἕλον μεγάλων]· |
[Ζην]όβιος δ’ Ἕλλασι φατίζομαι ὁ [πράτιστος] | |
καρύκων, παντᾶι δ’ ἀμ̣φ̣ιτέθαλε κλέος. |
SEG
19:532