[ ] Delos — ca. 100 BC — ID 2549 — Philologus 101 (1957) 101-112 (W. Peek) — BE (1958) 356, cf.
See also:
1 πέντε τάδ’, ἀμφ[ιβόατε] Φ̣ι[λό]σ̣τ̣ρ̣ατε, θήκ[αο δῶρα],
  ἀστὲ Παλαιστίνα[ς θε]ο̣ῖ̣σι φ̣υ̣λ̣ασσομένας·
Ζανὶ μὲν εὐρυμέδο[ντι] θ̣υηδόκον ἁγ̣νὸν ἄγ̣α̣λ̣μ̣α̣
  μάρμαιρον σμύρνα[ι] πίονι καὶ λιβάνωι·
5 παιδὶ δὲ τᾶι Λατοῦς Σ̣κ̣ύλλαν βορόν, ἅρπ̣α̣γ̣α̣ φ̣ω̣τ̣[ῶν]
  καὶ σκαφέων, ἀμφὼ ταῦτα παναργύρεα̣·
Φοίβωι δ’ εὐπλοκάμωι χρύσεα ῥυτὰ νεκ̣τ̣α̣ρ̣έ̣ο̣ι̣ο̣
  ἄξια τᾶς μακάρων οὐρανίου σταγόνος·
Δάλου δὲ προμάχοισι δ̣ορισκάπτρ̣ο̣ι̣<ς> α̣ὖ̣ ἔφ̣ην̣ας
10   κίοσιν εὖ δισσὰν παστάδ̣’ ἐρειδομέναν.
εἴης πᾶς μακάριστος, ὅτι πλούτοιο γ[ε]ρ̣α̣ί̣ρ̣ε̣ι̣ς̣
  ἀγλαΐαι θνατῶν φῦλα κ̣αὶ ἀθαν̣ά̣των.
         Ἀντιπάτρου Σ[ι]δωνίου.
τ̣ὸν Φοί̣β̣ωι νάρ̣δ̣ων χρύσεα ῥ̣υ̣τ̣ὰ δισ̣σ̣ὰ̣ φ̣α̣ε̣ι̣ν̣ὰ̣
15   θέντα, τὸν αἰγιόχωι Ζανὶ π̣ολυ̣σ̣τ̣ό̣μ̣ι̣ο̣ν̣,
τὸν Λατοῦς κούραι τοξαλκ̣έ̣ται ἀ̣ξ̣ε̣ί̣ν̣ο̣ι̣[ο]
  Σκύλλας δίκρουνον σκεῦο[ς] ὀ̣π̣α̣σ̣σ̣ά̣μ̣ε̣[νον],
τὸν Ῥώμας ναέταις Κέκροπ̣ό̣ς θ̣’ [ὁμ]ο̣ῦ̣ ἐ̣κ̣γ̣ε̣[νέταισιν]
  δισσὰς τοῖς δισσοῖς π̣ασ̣τ̣ά̣δας ἀρ̣ά̣[μενον]·
20 τόνδε λαχόντα τοκῆϊ Φιλόστρατον οὔ̣νομ̣[α ταὐτὸ]
  θέντο Παλαιστίνας ἀστὸν ἀριπρε[πέα]
Ἰταλὸν ἂν τέμενος τέκνωι [Φ]ιλαδ[έλφωι ἀμαρτῆι]
  τᾶς Ὑπάτας ναέται πίονος ἄ[γχ’ ἀδύτου],
Δᾶλον ἀν’ ἱμερτὰν Φοίβωι γέ̣[ρ]α[ς, οὕνεκα νείκους]
25   κραίνων εὐδικίας πρᾶτον ἔ̣[παυσε πόλιν].
     Ἀντισθένους Παφίου με[λοποιοῦ].
Search Help
Contact Us