[ ]
Delos — ca. 100 BC — ID 2549 — Philologus 101 (1957) 101-112 (W. Peek) — BE (1958) 356, cf.
See also:
1 | πέντε τάδ’, ἀμφ[ιβόατε] Φ̣ι[λό]σ̣τ̣ρ̣ατε, θήκ[αο δῶρα], |
ἀστὲ Παλαιστίνα[ς θε]ο̣ῖ̣σι φ̣υ̣λ̣ασσομένας· | |
Ζανὶ μὲν εὐρυμέδο[ντι] θ̣υηδόκον ἁγ̣νὸν ἄγ̣α̣λ̣μ̣α̣ | |
μάρμαιρον σμύρνα[ι] πίονι καὶ λιβάνωι· | |
5 | παιδὶ δὲ τᾶι Λατοῦς Σ̣κ̣ύλλαν βορόν, ἅρπ̣α̣γ̣α̣ φ̣ω̣τ̣[ῶν] |
καὶ σκαφέων, ἀμφὼ ταῦτα παναργύρεα̣· | |
Φοίβωι δ’ εὐπλοκάμωι χρύσεα ῥυτὰ νεκ̣τ̣α̣ρ̣έ̣ο̣ι̣ο̣ | |
ἄξια τᾶς μακάρων οὐρανίου σταγόνος· | |
Δάλου δὲ προμάχοισι δ̣ορισκάπτρ̣ο̣ι̣<ς> α̣ὖ̣ ἔφ̣ην̣ας | |
10 | κίοσιν εὖ δισσὰν παστάδ̣’ ἐρειδομέναν. |
εἴης πᾶς μακάριστος, ὅτι πλούτοιο γ[ε]ρ̣α̣ί̣ρ̣ε̣ι̣ς̣ | |
ἀγλαΐαι θνατῶν φῦλα κ̣αὶ ἀθαν̣ά̣των. | |
Ἀντιπάτρου Σ[ι]δωνίου. | |
τ̣ὸν Φοί̣β̣ωι νάρ̣δ̣ων χρύσεα ῥ̣υ̣τ̣ὰ δισ̣σ̣ὰ̣ φ̣α̣ε̣ι̣ν̣ὰ̣ | |
15 | θέντα, τὸν αἰγιόχωι Ζανὶ π̣ολυ̣σ̣τ̣ό̣μ̣ι̣ο̣ν̣, |
τὸν Λατοῦς κούραι τοξαλκ̣έ̣ται ἀ̣ξ̣ε̣ί̣ν̣ο̣ι̣[ο] | |
Σκύλλας δίκρουνον σκεῦο[ς] ὀ̣π̣α̣σ̣σ̣ά̣μ̣ε̣[νον], | |
τὸν Ῥώμας ναέταις Κέκροπ̣ό̣ς θ̣’ [ὁμ]ο̣ῦ̣ ἐ̣κ̣γ̣ε̣[νέταισιν] | |
δισσὰς τοῖς δισσοῖς π̣ασ̣τ̣ά̣δας ἀρ̣ά̣[μενον]· | |
20 | τόνδε λαχόντα τοκῆϊ Φιλόστρατον οὔ̣νομ̣[α ταὐτὸ] |
θέντο Παλαιστίνας ἀστὸν ἀριπρε[πέα] | |
Ἰταλὸν ἂν τέμενος τέκνωι [Φ]ιλαδ[έλφωι ἀμαρτῆι] | |
τᾶς Ὑπάτας ναέται πίονος ἄ[γχ’ ἀδύτου], | |
Δᾶλον ἀν’ ἱμερτὰν Φοίβωι γέ̣[ρ]α[ς, οὕνεκα νείκους] | |
25 | κραίνων εὐδικίας πρᾶτον ἔ̣[παυσε πόλιν]. |
Ἀντισθένους Παφίου με[λοποιοῦ]. |