[ ] Delos — Rheneia — ID 2532,II
A.1 ἐπικαλοῦμαι καὶ ἀξιῶ τὸν θεὸν τὸν
ὕψιστον, τὸν κύριον τῶν πνευμάτων
καὶ πάσης σαρκὸς, ἐπὶ τοὺς δόλωι φονεύ-
σαντας ἤ φαρμακεύσαντας τὴν τα-
5 λαίπωρον ἄωρον Ἡράκλεαν ἐχχέαν-
τας αὐτῆς τὸ ἀναίτιον αἷμα ἀδί-
κως, ἵνα οὕτως γένηται τοῖς φονεύ—
σασιν αὐτὴν ἢ φαρμακεύσασιν καὶ
τοῖς τέκνοις αὐτῶν, Κύριε ὁ πάντα ἐ-
10 φορῶν καὶ οἱ ἄνγελοι θεοῦ, ᾧ πᾶσα ψυ-
χὴ ἐν τῇ σήμερον ἡμέραι ταπεινοῦτα[ι]
μεθ’ ἱκετείας, ἵνα ἐγδικήσῃς τὸ αἷμα τὸ ἀ-
ναίτιον ζητήσεις καὶ τὴν ταχίστην.
B.1 ἐπικαλοῦμαι καὶ ἀξιῶ
τὸν θεὸν τὸν ὕψιστον τὸν
κύριον τῶν πνευμάτων
καὶ πάσης σαρκός, ἐπὶ τοὺς
5 δόλῳ φονεύσαντας ἤ φαρ-
μακεύσαντας τὴν ταλαί-
πωρον ἄωρον Ἡράκλεα[ν],
ἐχχέαντας αὐτῆς τὸ ἀν[αί]-
τιον αἷμα ἀδίκως, ἵνα ο[ὔ]-
10 τως γένηται τοῖς φονεύ-
σασιν αὐτὴν ἢ φαρμακεύσα-
σιν καὶ τοῖς τέκνοις αὐτῶν,
Κύριε ὁ πάντα ἐφορῶν καὶ
οἱ ἄνγελοι θεοῦ, ᾧ πᾶσα ψυ-
15 χή ἐν τῇ σήμερον ἡμέρᾳ
ταπεινοῦται μεθ’ ἱκετεί-
  ας, ἵνα ἐγδικήσῃς τὸ α[ἷ]-
    [μ]α τὸ ἀναίτιον ζητή-
      σεις καὶ τὴν ταχίστην.
Search Help