[ ] Delos — Rheneia — ID 2532,I
1 [ἐπικ]αλοῦ[μαι καὶ ἀξιῶ τὸν θεὸν τὸν ὕ]-
[ψ]ιστον [τὸν κύριον] τῶν [πνευμάτων]
[κ]αὶ πάσ[ης σαρκὸ]ς ἐπὶ τοὺς δ[όλωι]
φον[έυσαντα]ς ἢ φαρμακεύσαν-
5 τα[ς τὴν ταλα]ίπωρον ἄωρον Μαρ-
θίν[ην ἐγχέαν]τας αὐτῆς τὸ ἀναίτι-
ον αἷμ[α ἀδίκω]ς, <ἵ>να οὕτως γένηται
τοῖς φον[εύσα]σιν αὐτὴν ἤ φαρμακεύ-
σασιν καὶ τοῖς τέκνοις αὐτῶν, Κύριε
10 ὁ πάντα ἐ[φ]ορῶν καὶ οἱ ἄνγελοι θεοῦ, ὧι
πᾶσα ψυχὴ ἐν τῆι σήμερον ἡμέραι τα-
πεινοῦται μεθ’ ἱκετείας, ἵνα ἐκδικήσῃς
τὸ αἷμα τὸ ἀναίτιον καὶ τὴν ταχίστην.
Search Help