[ ] Delos — Rheneia — ca. 150-100 BC — GVI 200
1 Πλωτία, οὐκ ἐπὶ σοὶ μούν̣ῃ λίνα Μοῖραι ἔ[κλωσ]α̣ν̣,
δύσμορε, πικρὰ γόων ἔμπ̣λεα καὶ δακ̣[ρύων]·
οὐδ’ ἐπὶ σοὶ θρῆνοι{ς} καὶ στήθεά γ’ ἀ̣ν̣τ̣ε̣τ̣υπήθη
πρώτῃ· ἀνίκητος δ’ ἐστὶ βροτοῖς Ἀίδης.
5 ἔγνω ἐν̣ὶ̣ κ̣ρ̣αδίῃ μήτηρ σέο πένθος ἔχουσα,
ἐκ κρατὸς πολιοὺς χευαμένη πλοκάμους,
ἥ σε καὶ ἐκτερέιξε καὶ ἔστησεν τόδε σῆμα·
σοὶ δὲ πέλοι κούφη νέρθε κόνις φθιμένηι.
Search Help
Contact Us