[ ] Delos — Rheneia — early 1st c. BC — GVI 1349
1 Βαιὸν ὁρῇς, ὦ ξεῖνε, τόδ’ ἠρίον, ἀ[λλὰ προσειπών]
  τῶι κατὰ γῆς χαίρειν Νικομάχ[ωι πάριθι]
Ῥηνείηι, σὺ δὲ κῦδος ἐν ἄλλω[ι ζήτεε, γαίας]
  τὸν δορὶ καὶ βουλᾶι πρόφρον[ι κλεινότατον]
5 κευθούσης ἀλόχου Νίκης μέ[τα σύν τε θυγατρί],
  Ζωσίμη ἧς ὄνομ’ ἧν· ἅς ἐτρύγ[ησ’ Ἀίδας],
τὰν μὲν ἔτ’ ἐκ τοκετοῖο κακὰς [ὠδῖνας ἔχουσαν],
  τὰν δὲ νόσωι στυγερᾶι χρ̣[ιμψαμέναν πρὸ μόρου]·
κα[ὶ ․․․․]Ε̣Ν βουλαῖσιν ἰσοφρον․․․․․․․․․․․․
10   ․․․․․․․․․λέαν εἴδομεν Α․․․․․․․․,
․․․․․․․․․․․ίοισι μετάρσι[ος ․․․․․․]
[․․․․․․․․․․․ ε]ὐσεβέων [ἀνέβα].
Search Help
Contact Us