[ ]
Delos — Rheneia — early 1st c. BC — GVI 1349
1 | Βαιὸν ὁρῇς, ὦ ξεῖνε, τόδ’ ἠρίον, ἀ[λλὰ προσειπών] |
τῶι κατὰ γῆς χαίρειν Νικομάχ[ωι πάριθι] | |
Ῥηνείηι, σὺ δὲ κῦδος ἐν ἄλλω[ι ζήτεε, γαίας] | |
τὸν δορὶ καὶ βουλᾶι πρόφρον[ι κλεινότατον] | |
5 | κευθούσης ἀλόχου Νίκης μέ[τα σύν τε θυγατρί], |
Ζωσίμη ἧς ὄνομ’ ἧν· ἅς ἐτρύγ[ησ’ Ἀίδας], | |
τὰν μὲν ἔτ’ ἐκ τοκετοῖο κακὰς [ὠδῖνας ἔχουσαν], | |
τὰν δὲ νόσωι στυγερᾶι χρ̣[ιμψαμέναν πρὸ μόρου]· | |
κα[ὶ ․․․․]Ε̣Ν βουλαῖσιν ἰσοφρον․․․․․․․․․․․․ | |
10 | ․․․․․․․․․λέαν εἴδομεν Α․․․․․․․․, |
․․․․․․․․․․․ίοισι μετάρσι[ος ․․․․․․] | |
[․․․․․․․․․․․ ε]ὐσεβέων [ἀνέβα]. |