[ ]
Delos — Rheneia — early 1st c. BC — GVI 1681
1 | τί πλέον ἐν μορφῇ σε καὶ ἐν φρεσὶν ἔξοχα λάμψαι, |
Ἰσιάς, ἀνδρὶ φίλῳ χάρμα ποθεινότατον; | |
τοῖσδε γὰρ οὐκέθ’ ὅμαιμος ἀγάλλεται ὡς πρὶν Ἀπολλώς, | |
ἀλλὰ Ἀίδης τὸ τεὸν κάλλος ἐνοσφίσατο. | |
5 | μήτηρ δ’ ἐξ ὠδῖνος ἀποφθιμένην σε καλύπτει, |
ἡ πρὶν ἀπ’ ὠδίνων τὸ γλυκὺ δοῦσα φάος· | |
ἀντία γ’, ὦ Μοῖραι γαμψοὺς ἐπεθήκατε ἀτράκτοις | |
αὐχένας, εἰ γενέται παισὶ τελοῦσι τάφους. |