[ ] Delos — Rheneia — early 1st c. BC — GVI 1681
1 τί πλέον ἐν μορφῇ σε καὶ ἐν φρεσὶν ἔξοχα λάμψαι,
  Ἰσιάς, ἀνδρὶ φίλῳ χάρμα ποθεινότατον;
τοῖσδε γὰρ οὐκέθ’ ὅμαιμος ἀγάλλεται ὡς πρὶν Ἀπολλώς,
  ἀλλὰ Ἀίδης τὸ τεὸν κάλλος ἐνοσφίσατο.
5 μήτηρ δ’ ἐξ ὠδῖνος ἀποφθιμένην σε καλύπτει,
  ἡ πρὶν ἀπ’ ὠδίνων τὸ γλυκὺ δοῦσα φάος·
ἀντία γ’, ὦ Μοῖραι γαμψοὺς ἐπεθήκατε ἀτράκτοις
  αὐχένας, εἰ γενέται παισὶ τελοῦσι τάφους.
Search Help
Contact Us