EAD XXX 477
[ ] Delos — Rheneia — SEG 23.518
1 δά[κρυσον κού]ραν Ἑρμαφίλου Ἀντιόχισσαν
ΜΟ[․․․․․․] δυσπενθῆ μοῖραν ἐνεγκαμέναν,
τόν[τ’ ἀπὸ Φοιν]ίκης Θεόδωρον Λαοδικεῖα
δάκρ[υσο]ν, γεν<έ>ται ταὐτὸν ἔχοντα ὄνομα·
5 ἄλλο[υς] τε ἀνθρακιῆς ὁπόσους μία μοῖρ’ ἐκάλυψεν
Ἀΐδεω, τρισσὰς εἰς ἀριθμὸν δεκάδας·
οὕς φλὸξ τυφομένη πυρὸς ὤλεσε, τ<α>ῖς δὲ καμούσαις
κοινὸν ἀποφθιμένων τοῦτο καταγλάϊσεν
σῆμα Μέγης Φοῖνιξ Διονυσίου· ἀλλὰ τὸ χαίρειν
10 [τοὺς] κατὰ γῆς εἰπῶν δὶς τόσον αὐτὸς ἔχοις.
Search Help
Contact Us