[ ] Delos — Rheneia — early 1st c. BC — GVI 702
l.1 Ἐπικαρπία Διογένου
Σιδωνία,
r.1                     Διογένης
                    Διογένου
                    Ἀθηναῖος,
l.3 χρηστοὶ καὶ ἄλυποι,
  χαίρετε.
5 ἁ πρὶν ἐνὶ ζ̣ωοῖς Ἐπικαρπία ἀνδρὶ ποθινὰ
  καὶ τέκνοις ἀγαθὰ καὶ βίου οἰκονόμος,
κάλλος καὶ μορφάν ἐρατὸν προλιποῦσα
  πρὸς Ἅδαν, | ἐν γᾷ Ῥηναίᾳ κεῖμαι ὑπὸ σπιλάδι.
ἀλλά με, τὰν καὶ πρόσθεν ἐνὶ ζωοῖσιν ἄλυπον
10   πᾶσιν, καὶ φθιμένοις κεκλιμέναν ἀβαρῆ,
χαίρειν αὐδάσας, χαίρων ἴθι καὶ αὐτός, ἐπεί μ̣[οι]
  Μοῖρα λιπεῖν οἴκους ὤπασε τοὺς ἰδίου̣[ς].
Search Help