[ ]
Delos — Rheneia — mid-2nd c. BC — GVI 633
1 | δακρυόεν τόδε σῆμα, καὶ εἰ κενὸν ἠρίον ἧσται, |
Φαρνάκου αὐθαίμου τ’ αἰπὺ Μύρωνος ὁμοῦ, | |
τῆς Πάπου γενεᾶς οἰκτρᾶς, ξένοι, οὕς Ἀμισηνοὺ[ς] | |
ναυαγοὺς Βορέου χεῖμ’ ἀποσεισαμένους | |
5 | ἀγροίκων ξιφέεσσι Σεριφιὰς ὤλεσε νῆσος, |
ἀμφὶ βαρυζήλου τέρμα βαλοῦσα τύχης. | |
Πρῶτος δ’ ἐν Ῥήνης κόλποις στηλώσαθ’ ἑταίρων | |
τύμβον ἐπ’ ἀστήνοις μνημόσυνον στεναχᾶν. |