EAD XXX 475
[ ] Delos — Rheneia — mid-2nd c. BC — GVI 633
1 δακρυόεν τόδε σῆμα, καὶ εἰ κενὸν ἠρίον ἧσται,
Φαρνάκου αὐθαίμου τ’ αἰπὺ Μύρωνος ὁμοῦ,
τῆς Πάπου γενεᾶς οἰκτρᾶς, ξένοι, οὕς Ἀμισηνοὺ[ς]
ναυαγοὺς Βορέου χεῖμ’ ἀποσεισαμένους
5 ἀγροίκων ξιφέεσσι Σεριφιὰς ὤλεσε νῆσος,
ἀμφὶ βαρυζήλου τέρμα βαλοῦσα τύχης.
Πρῶτος δ’ ἐν Ῥήνης κόλποις στηλώσαθ’ ἑταίρων
τύμβον ἐπ’ ἀστήνοις μνημόσυνον στεναχᾶν.
Search Help
Contact Us