[ ]
Delos — Rheneia — ca. 150-100 BC — GVI 128
1 | πέτρης εἰναλίοιο λαχοῦσ’ εὐήνεμον ἀκτὴν |
κεῖμαι ναυτιλίης πόλλον ὁρῶσα πλόον | |
Ἰσιὰς ἡ φιλόεργος, ἐρημαίῃ δ’ ἐπὶ χώρηι | |
ἄψυχος κεῖμαι, δισσὰ λιποῦσα τέκνα | |
5 | νήπια καὶ συνόμευνον, ἐνὶ ζωοῖσι μεγίσταν |
ἐξ ἔργων φήμαν οἴκῳ ἐρεισαμένα. | |
χαίρετε, καὶ θείης ὑπὸ φροντίδος οἶκος ἄθραυστος | |
μείναι ἀεὶ καὶ ἐμῆς εἵνεκεν εὐσεβίης. |