[ ]
Delos — Rheneia — ca. 150-100 BC — GVI (1955) 703
| 1 | πέτρης εἰναλίοιο λαχοῦσ’ εὐήνεμον ἀκτὴν |
| κεῖμαι ναυτιλίης πόλλον ὁρῶσα πλόον | |
| Ἰσιὰς ἡ φιλόεργος, ἐρημαίῃ δ’ ἐπὶ χώρηι | |
| ἄψυχος κεῖμαι, δισσὰ λιποῦσα τέκνα | |
| 5 | νήπια καὶ συνόμευνον, ἐνὶ ζωοῖσι μεγίσταν |
| ἐξ ἔργων φήμαν οἴκῳ ἐρεισαμένα. | |
| χαίρετε, καὶ θείης ὑπὸ φροντίδος οἶκος ἄθραυστος | |
| μείναι ἀεὶ καὶ ἐμῆς εἵνεκεν εὐσεβίης. |