[ ] Delos — Rheneia — late 2nd/early 1st c. BC — GVI 662
1 σῆμα μέν ἐν στήλῃ γλυπτῇ θέσαν, ἡνίκ’ ἐγὼ μέν
ἀελίου γλυκερὴν λεῖπον ἐπ’ ἐσχατιήν·
Ῥηνείης δέ με δέκτο μυχὸς, καὶ ἀλάμπετον οὖδας
Ἀίδεω Μάρθαν κρύψε μ’ ὑπὸ σκοτίην,
5 πατρὸς μὲν Δημοσθένεος, ἐτέων δύο κεἴκοσί μ’ οὖσαν·
ἴστε δέ με τριτάτην ἤματος ὀλλυμένην.
ὦ μητρὸς <λ>υγ{γ}ρῆς {²⁶λυγρῆς}²⁶ καὶ ἀδελφεοῦ εἵνεκ’ ἐμεῖο·
νοῦσος ἀκωλύτωι μόρσιμον εἷλε τύχηι.
Search Help
Contact Us