[ ]
Delos — Rheneia — late 2nd/early 1st c. BC — GVI 662
1 | σῆμα μέν ἐν στήλῃ γλυπτῇ θέσαν, ἡνίκ’ ἐγὼ μέν |
ἀελίου γλυκερὴν λεῖπον ἐπ’ ἐσχατιήν· | |
Ῥηνείης δέ με δέκτο μυχὸς, καὶ ἀλάμπετον οὖδας | |
Ἀίδεω Μάρθαν κρύψε μ’ ὑπὸ σκοτίην, | |
5 | πατρὸς μὲν Δημοσθένεος, ἐτέων δύο κεἴκοσί μ’ οὖσαν· |
ἴστε δέ με τριτάτην ἤματος ὀλλυμένην. | |
ὦ μητρὸς <λ>υγ{γ}ρῆς {²⁶λυγρῆς}²⁶ καὶ ἀδελφεοῦ εἵνεκ’ ἐμεῖο· | |
νοῦσος ἀκωλύτωι μόρσιμον εἷλε τύχηι. |