[ ]
Ark. — Lykosoura — 3rd c. BC — IG V,2.514
1 | Δεσποίνας. |
{²(§1)}² 〚․․․․․ ․․․․․ ․․․․․ ․․〛 μὴ ἐξέστω | |
παρέρπην ἔχοντας ἐν τὸ ἱερὸν τᾶς | |
Δεσποίνας μὴ χρ[υ]σία ὅσα μὴ ἰν ἀνά- | |
5 | θεμα μηδὲ πορφύρε̣ον εἱματισμὸν |
μηδὲ ἀνθι̣νὸν μηδὲ [μέλ]ανα μηδὲ ὑπο- | |
δήματα μηδὲ δ̣ακτύλιον· ε̣ἰ δ’ ἄν τις | |
παρένθη ἔχων τ̣ι τῶν ἁ στάλα [κ]ωλύει, | |
ἀναθέτω ἐν τὸ ἱερόν. {²(§2)}² μηδὲ τὰς τ̣[ρί]- | |
10 | χας ἀμπεπλεγμένας μηδὲ κεκαλυμ̣- |
μένος, μηδὲ ἄνθεα παρφέρην μηδὲ | |
μύεσθαι 〚․․․․․․․〛 κύενσαν μηδὲ θη- | |
λαζομέναν· {²(§3)}² τὸς δὲ θύοντας πὸς̣ θύ[η]- | |
σιν χρέεσθαι ἐλαίαι, μύρτοι, κηρίο[ι], | |
15 | ὀλοαῖς αἰρολογημέναις, ἀγάλματ[ι], |
μάκωνσι λευκαῖς, λυχνίοις, θυμιά- | |
μασιν, ζμύρναι, ἀρώμασιν· τὸς δὲ θ[ύ]- | |
οντας τᾶι Δεσ̣ποίναι θύματα θύ[ην] | |
θήλεα λευ̣κ̣[ὰ ․․]Ο․․․ΟΣ καὶ Κ․․․․․ | |
— — — |