[ ] Ark. — Alipheira — 273 bc — RA 1967.209-224 [SEG 25.447]
1 [θ]εός· τύχα ἀγαθ[ά].
[ἐπὶ τ]οῖσδ̣ε — —Α— — — —ΕΣΣΩ̣ΤΟΡ̣—Α̣ΦΙΤ— —
{²(§1)}² [ἐπεὶ] Κλεώνυμος ἐξάγαγε τὰν πρωρὰν καὶ τὸς πειρατὰς ἐξέ-
[βαλ]ε καὶ ἐλευθέραν τὰν πόλιν ἀπέδωκε, μηδένα μηδενὶ μνα-
5 [σ]ιχολῆσαι τῶν πρότερον γεγο[νό]των ἀμφιλλόγων πὸς ἀλλά-
λ̣ος, μηδὲ δικάσασθαι μηδένα μηδὲν εἴ τι μ̣ί̣ασμα γέγονε π-
ρότερον ἢ Κλεώνυμος τὰν πρωρὰν ἐξάγαγε τὰν Ἀριστολάω̣
καὶ τὸς πειρατὰς ἐξέβαλε. {²(§2)}² τὰς δὲ καδίκας τὰς ὦφλε Μίλων
καὶ Ἀπέλιχος ταῖ πόλι τῶ̣ σίτω ἀφεῶσθαι, καὶ τὰς λιποδαμ[ί]-
10 ας ἐτάσαι τὸς δαμιοργὸς καὶ τὸς χρεονόμος, καὶ τὰς ἐ̣[π]ιγρ]-
φάς· {²(§3)}² τὸς δὲ δαμιοργὸς τὸς περὶ Ξενοφῶντα καὶ χρεονόμος
τὸς περὶ Ξενοκράτεα ἀζαμίος ἦναι ποιέντας κὰ τὰν σ̣υ̣[νθήκ]-
αν· εἰ δέ τις πὰρ τάνυ ποίη, ὀφλέτω μυρίας δραχμὰς ἱερὰς τα[ῖ]
Ἀθάναι καὶ κάταρος ἔστω. {²(§4)}² τὰν δὲ στάλαν γράψαντες οἱ δαμ̣ιο̣[ρ]-
15 γοὶ ὐνθεάντω ἰν τὸ ἱερὸν τᾶς Ἀθάνας, καθέντω δὲ καὶ τὸ[ν ὅρκο]-
ν τὸν ὠμόσαμες, ἐπεὶ Κλεώνυμος παρῆλθε, ἰν τὸν να̣ὸ̣ν τ[ᾶς θεῶ],
καὶ δικασάσθω μηδ̣ὲς ἰδιώτας τῶν ἴνπροσθε συ̣γραφῶν],
εἰ μή τις ἰνγεγύευκε ὑπὲρ τὰν πόλιν δόξαν ταῖ [βωλᾶι· {²(§5)}² πρᾶξι]-
[ς] δ’ ἔστω κατ̣ὰ Εὐμήλω μνᾶς καὶ εἴκοσι στατήρων, [ἐπεὶ ἰνγεγύ]-
20 ευκε τῶ δαμιοργῶ κελεύσαντος· {²(§6)}² τῶ δὲ κατυστέρ̣[ω χρόνω]
μ̣ηδένα μνασθῆναι χρεῶν στάσιος μηδὲ χρήμ̣[ατα ἀπαιτ]-
[ῆ]σαι μηδὲ φυγάδας θῆναι, μήτε ἄρχοντα μήτ[ε ἰδιώταν]·
εἰ δέ τις πὰρ τάνυ ποίη, ἴνοχος ἔστω κὰ τ[ὰν συνθήκαν].
Search Help
Contact Us