[ ]
Ark. — Alipheira — 273 bc — RA 1967.209-224 [SEG 25.447]
| 1 | [θ]εός· τύχα ἀγαθ[ά]. |
| [ἐπὶ τ]οῖσδ̣ε — —Α— — — —ΕΣΣΩ̣ΤΟΡ̣—Α̣ΦΙΤ— — | |
| {²(§1)}² [ἐπεὶ] Κλεώνυμος ἐξάγαγε τὰν πρωρὰν καὶ τὸς πειρατὰς ἐξέ- | |
| [βαλ]ε καὶ ἐλευθέραν τὰν πόλιν ἀπέδωκε, μηδένα μηδενὶ μνα- | |
| 5 | [σ]ιχολῆσαι τῶν πρότερον γεγο[νό]των ἀμφιλλόγων πὸς ἀλλά- |
| λ̣ος, μηδὲ δικάσασθαι μηδένα μηδὲν εἴ τι μ̣ί̣ασμα γέγονε π- | |
| ρότερον ἢ Κλεώνυμος τὰν πρωρὰν ἐξάγαγε τὰν Ἀριστολάω̣ | |
| καὶ τὸς πειρατὰς ἐξέβαλε. {²(§2)}² τὰς δὲ καδίκας τὰς ὦφλε Μίλων | |
| καὶ Ἀπέλιχος ταῖ πόλι τῶ̣ σίτω ἀφεῶσθαι, καὶ τὰς λιποδαμ[ί]- | |
| 10 | ας ἐτάσαι τὸς δαμιοργὸς καὶ τὸς χρεονόμος, καὶ τὰς ἐ̣[π]ιγρ[α]- |
| φάς· {²(§3)}² τὸς δὲ δαμιοργὸς τὸς περὶ Ξενοφῶντα καὶ χρεονόμος | |
| τὸς περὶ Ξενοκράτεα ἀζαμίος ἦναι ποιέντας κὰ τὰν σ̣υ̣[νθήκ]- | |
| αν· εἰ δέ τις πὰρ τάνυ ποίη, ὀφλέτω μυρίας δραχμὰς ἱερὰς τα[ῖ] | |
| Ἀθάναι καὶ κάταρος ἔστω. {²(§4)}² τὰν δὲ στάλαν γράψαντες οἱ δαμ̣ιο̣[ρ]- | |
| 15 | γοὶ ὐνθεάντω ἰν τὸ ἱερὸν τᾶς Ἀθάνας, καθέντω δὲ καὶ τὸ[ν ὅρκο]- |
| ν τὸν ὠμόσαμες, ἐπεὶ Κλεώνυμος παρῆλθε, ἰν τὸν να̣ὸ̣ν τ[ᾶς θεῶ], | |
| καὶ δικασάσθω μηδ̣ὲς ἰδιώτας τῶν ἴνπροσθε συ̣[νγραφῶν], | |
| εἰ μή τις ἰνγεγύευκε ὑπὲρ τὰν πόλιν δόξαν ταῖ [βωλᾶι· {²(§5)}² πρᾶξι]- | |
| [ς] δ’ ἔστω κατ̣ὰ Εὐμήλω μνᾶς καὶ εἴκοσι στατήρων, [ἐπεὶ ἰνγεγύ]- | |
| 20 | ευκε τῶ δαμιοργῶ κελεύσαντος· {²(§6)}² τῶ δὲ κατυστέρ̣[ω χρόνω] |
| μ̣ηδένα μνασθῆναι χρεῶν στάσιος μηδὲ χρήμ̣[ατα ἀπαιτ]- | |
| [ῆ]σαι μηδὲ φυγάδας θῆναι, μήτε ἄρχοντα μήτ[ε ἰδιώταν]· | |
| εἰ δέ τις πὰρ τάνυ ποίη, ἴνοχος ἔστω κὰ τ[ὰν συνθήκαν]. |