[ ]
Ark. — Stymphalos — ca. 189 bc — REG 59/60.1946/47.150-174 — SEG 11.1107
1 | — — — |
— — — —ΗΚ— — —#⁷— — — — — —ΙΡ— — — — — | |
— — —νοι καὶ ἐκτενεί[αν φιλα]ν̣θ̣ρωπίας τᾶι σ̣[υγγενείαι καθ]ακοῦσαν καὶ κατα | |
— — —αις ὑπεδέξαντο ἕ[κ]αστος ἐπὶ τὰν ἰδι[αν] ἑστίαν μετὰ πάσας φι- | |
[λανθρωπίας(?), ἀπό τε τ]οῦ δαμοσίου ἐσειτομέτρησαν πᾶσιν ἐν πλείονα χρόνον καὶ ὅσων | |
5 | [χρεία ἦν μετέδωκα(?)]ν πάντων· καὶ ἱερῶν καὶ θυσιᾶν ἐκοινώνησαν, νομί[ξ]αντες ἰδίους |
[πολίτας εἶναι· καὶ τ]ᾶς αὑτῶν χώρας ἀπεμέριξαν καὶ {καὶ} διέδωκαν Ἐλατέοις καὶ ἀτέ- | |
[λειαν πάντων ἐτέω]ν δέκα· καὶ περὶ τούτων πάντων γράψαντες εἰστάλαν χαλκέαν | |
[ἀνέθεσαν ἐν τῶι ἱερῶι] τᾶς Ἀρτέμιτος τᾶς [Βραυρ]ωνίας, οὐθὲν ἐνλείποντες πάσας εὐερ- | |
[γεσίας ποτ’ αὐτούς· ὕστερον δ]ὲ πάλιν μετὰ ἔτ̣η τινὰ παραγενομένων Ῥωμαίων ἐν τὰν Ἑλλάδα | |
10 | [μετὰ στρατοῦ(?) καὶ κυριε]ύσαντος Μανίου τῶν κατ’ [Ἐ]λάτεαν τόπων, ἐπρόσβευσαν Στυμφάλιοι πο- |
[τὶ τοὺς Ἀχαιούς, ὅπω]ς ἐκπεμφθῇ προσβεία ποτὶ Μάνιον π̣ερὶ τᾶς Ἐλατέων καθόδου ἐν̣ τὰν [ἰδί]- | |
[αν, τῶν δ’ Ἀχαιῶν ἀπο]στε̣ι̣λάντω<ν> προσβευτὰς Διοφάνη κἀθ[αν]ο̣κλῆ {²⁶Ἀθανοκλῆ}²⁶ καὶ Μανίου ἐπιχωρ[ή]- | |
[σαντος ἀποδοθῆμεν] Ἐλατέοις τάν τε π[ό]λ̣ιν καὶ τ[ὰν] χ[ώ]ραν καὶ τοὺς νόμους, Ἐλατέων δὲ ἐ- | |
[πιμεινάντων ἐν Στυ]μφάλωι πλείονα̣ χρόνον [ἀνε]γκλήτως [κ]α̣ὶ καταξίως τῶν προγό[νων] | |
15 | [πρὶν ἀπελθεῖν ἐν] τὰν ἰδίαν, οὐ̣κ οὔσα̣ς σ̣ίτου ἐ̣ξαγωγᾶς τοῖς Ἀχαιοῖς̣ διὰ τὸν περιεσ[τῶτα] |
[καιρὸν(?) καὶ τὰν σι]τοδείαν, Στυμφάλιοι διεπρεσβεύσαντο ποτὶ τοὺς Ἀχαιούς, ὅπως ἀπέλθων- | |
[τι Ἐλατεῖς τὸ]ν ἴδιον σῖτον ἐνείκαντες̣ κ̣α̣ὶ ἐκ τᾶς Στυμφαλίων χώρας̣ εὐχάριστο̣ι ΟΠ̣․․ | |
— — — —μένοι τοῦ συνστᾶμεν καὶ οἰκισθῆμεν τὰν — —Ι․ΩΙ· καὶ μετὰ τ[ὰν] | |
[κάθοδον ἐν τὰ]ν ἰδίαν διαπορε̣ιομένων Ἐλατέων [κα]θ’ αὑ̣το[ὺς] περὶ τοῦ συνοικισμοῦ καὶ | |
20 | [πεμψάντων περὶ τού]του ποτὶ Στυμφαλίους, ἐ[ξ]α̣πέστειλαν Στυμφ[άλιοι] ἄνδρας καλοὺς κ̣αὶ ἀγα- |
[θοὺς — — —]ου, Εὐρήμονα, Θεαρίδαν Ἰ[σ]αγόρα, οἵτινες π̣α[ρ]α̣γεν[ό]μεν̣οι [εἰς Ἐλ]άτειαν τὰν | |
[κρίσιν περὶ τοῦ τοῦ(?)] διατειχίσματος τόπου [ἐποι]ή̣σαντο ὀρθῶ[ς] καὶ δικαίω[ς]· ὅπως οὖν φαίνηται | |
[καὶ ἁ πόλις ἡμῶν μνημ]ονεύουσα τῶν παρὰ Στυμφαλίων φιλανθρώπων καὶ ἀντ[απο]διδοῦσα χ[ά]- | |
[ριτας τοῖς εὐεργέται]ς, δεδόχθαι τ̣[οῖ]ς Ἐλατέοις τοὺς ἑσταμένους ἄνδ̣[ρας] Δαφναῖον | |
25 | [Ἀριστωνύμου, —]κράτεος, Θεώνδαν Πύθω̣νος, Ἄγω̣να Θεοκλέ[ο]ς, Αἰτωλὸν Ἀριστολάου, Κρίτω- |
[να Ἀριστωνύμου, ἐπιμέλειαν ποι]ήσασθαι ὅπως ἀν[α]γ[ρ]α̣φῇ τὰ φιλάνθ[ρωπα Ἐλ]ατέοις καὶ Στυμφαλίοι[ς] | |
[εἰς στάλαν λιθίναν καὶ ἀν]ατεθῇ ἐν Ἐλατείαι ἐν τᾶι ἀγορᾶι παρὰ τὸν βωμὸν τοῦ Διὸς τοῦ Σωτῆρος, | |
[ἐν δὲ Στυμφάλωι ἐν τῶι ἱ]ε̣ρῶι τᾶς Ἀρτέμιτος τᾶς Βραυρωνίας· ὑπάρχειν δὲ Στυμφαλίοις ἐν Ἐ- | |
[λατείαι ἀτέλειαν(?), ἀσυλ]ίαν καὶ πόθοδον ποτὶ βουλὰν καὶ ἐκκλησίαν πρώτοις μετὰ τὰ προϊερά, καὶ | |
30 | [μετέχειν αὐτοὺς ἐν Ἐλατ]είαι τᾶν κοινᾶν θυσιᾶν καὶ τῶν ἄλλων τιμίων καὶ φιλανθρώπων π̣ά̣ν̣- |
[των· στεφανῶσαι δὲ τὸν δᾶμον τ]ὸν Στυμφαλίων στεφάνωι χρυσέωι καὶ ἀνακαρύσσειν̣ κατ’ ἐνι- | |
[αυτὸν τοὺς ἱεροκήρυκας ἐν τῶ]ι ἄγωνι τῶι γυμ̣[νικῶι] τῶν Βοαδρομίων, διασ[α]φέοντας ὅτι [ἁ] | |
[πόλις τῶν Ἐλατέων στεφανοῖ τὰν πόλιν τὰν Στυμφαλίων στεφάνωι χρυσ]έωι, ἀριστείωι, ἀρε[τᾶς] | |
[ἕνεκεν καὶ φιλανθρωπίας τᾶς ποθ’ αὑτάν — — —]Ν̣Ο̣Ν̣ΕΣ̣— — — | |
— — — — |