[ ] Phok. — Delphi — stoich. 40 — 324 bc — IG V,2 p. xxxvi; SIG(3) 306
— — —
1 — — — — — — — — — — —ΣΗ[— — — — — — — — βασι]-
[λεὺς Ἀλέξ]ανδρος τὸ διάγρ[α]μμα, γραφῆναι κατὺ τὰ ἐ-
[πανωρ]θώσατυ ἁ πόλις τὰ ἰν τοῖ διαγράμματι ἀντιλ-
εγόμενα. {²(§1)}² τὸς φυγάδας τὸς κατενθόντας τὰ πατρῶια
5 κομίζεσθαι, ἐς τοῖς ἔφευγον, καὶ τὰ ματρῶια, ὅσαι ἀ-
νέσδοτοι τὰ πάματα κατῆχον καὶ οὐκ ἐτύνχανον ἀδ-
ελφεὸς πεπαμέναι· εἰ δέ τινι ἐσδοθένσαι συνέπεσ-
ε τὸν ἀδελφεὸν καὶ αὐτὸν καὶ τὰν γενεὰν ἀπολέσθα-
ι, καὶ τανὶ ματρῶια ἦναι, ἀνώτερον δὲ μηκέτι ἦναι. {²(§2)}² ἐ-
10 πὲς δὲ ταῖς οἰκίαις μίαν ἕκαστον ἔχεν κατὺ τὸ διά-
γραμμα· εἰ δέ τις ἔχει οἰκία κᾶπον π̣ὸς αὐτᾶι, ἄ<λλ>ον̣ μ-
ὴ λαμβανέτω· εἰ δὲ πὸς τᾶι οἰκίαι μὴ πόεστι κᾶπος, ἐ-
ξαντίαι δ’ ἔστι ἰσόθι πλέθρω, λαμβανέτω τὸν κᾶπον·
εἰ δὲ πλέον ἀπέχων ὁ κᾶπός ἐστι πλέθρω, τωνὶ τὸ ἥμι-
15 σσον λαμβανέτω, ὥσπερ καὶ τῶν ἄλλων χωρίων γέγρα-
πται· τᾶν δὲ οἰκιᾶν τιμὰν κομιζέσθω τῶ οἴκω ἑκάστ-
ω δύο μνᾶς, τὰν δὲ τιμασίαν ἦναι τᾶν οἰκιᾶν κατάπε-
ρ ἁ πόλις νομίζει· τῶν δὲ κάπων διπλάσιον τὸ τίμαμ-
α κομίζεσθαι ἢ ἐς τοῖ νόμοι. {²(§3)}² τὰ δὲ χρήματα ἀφεῶσθα-
20 ι τὰν πόλιν καὶ μὴ ἀπυλιῶναι μήτε τοῖς φυγάσι μήτ-
ε τοῖς πρότερον οἴκοι πολιτεύονσι. {²(§4)}² ἐπὲς δὲ ταῖς π-
αναγορίαις, ταῖς ἐσλελοίπασι οἱ φυγάδες, τὰν πόλ-
ιν βωλεύσασθαι ὅ, τι δ’ ἂν βωλεύσητοι ἁ πόλις, κύριο-
ν ἔστω. {²(§5)}² τὸ δὲ δικαστήριον τὸ ξενικὸν δικάζεν ἑξήκ-
25 οντα ἁμερᾶν· ὅσοι δ’ ἂν ἰν ταῖς ἑξήκοντα ἁμέραις μὴ
διαδικάσωντοι, μὴ ἦναι αὐτοῖς δικάσασθαι ἐπὲς τ-
οῖς πάμασι ἰν τοῖ ξενικοῖ δικαστηρίοι, ἀλλ’ ἰν τοῖ
πολιτικοῖ ἀΐ· εἰ δ’ ἄν τι ὕστερον ἐφευρίσκωνσι, ἰν ἁ-
μέραις ἑξήκοντα ἀπὺ τᾶι ἂν ἁμέραι τὸ δικαστήριο-
30 ν καθιστᾶ· εἰ δ’ ἂν μηδ’ ἰν ταῖννυ διαδικάσητοι, μηκέ-
τι ἐξέστω αὐτῶι δικάσασθαι· εἰ δ’ ἄν τινες ὕστερον
κατέ̣νθωνσι, τῶ δικαστηρίω τῶ ξενικῶ [μ]ηκέτι ἐόντ-
ος, ἀπυγραφέσθω πὸς τὸς στραταγὸς τὰ πάματα ἰν ἁμ-
έραις ἑξήκοντα, καὶ εἰκ ἄν τι αὐτοῖς ἐ[π]απύλογον ἦ-
35 ι, δικαστήριον ἦναι Μαντινέαν· εἰ δ’ [ἂν μὴ] διαδικάσ-
ητοι ἰν ταινὶν ταῖς ἁμέραις, μηκέτ[ι] ἦναι αὐτοῖ δι-
κάσασθαι. {²(§6)}² ἐπὲς δὲ τοῖς ἱεροῖς χρήμασιν ․ΛΩ․․․Ν τ-
οῖς ὀφειλήμασι, τὰ μὲμ πὸς τὰν θεὸν ἁ πόλις διωρθώ-
σατυ, ὁ ἔχων τὸ πᾶμα ἀπυδότω τῶι κατηνθηκότι τὸ ἥμ-
40 ισσον κατάπερ οἱ ἄλλοι· ὅσοι δὲ αὐτοὶ ὤφηλον τᾶι θ-
εοῖ συνινγύας ἢ ἄλλως, εἰ μὲν ἂν φαίνητοι ὁ ἔχων τὸ
PA=MA DIWRQWME/NOS TA=I QEOI= TO\ XRE/OS, A)PUDO/TW TO\ H(/M-
ισσον τῶι κατιόντι, κατάπερ οἱ ἄλλοι, μηδὲν παρέλ-
[κ]ων· εἰ δ’ ἂν μὴ φαίνητοι ἀπυδεδωκὼς τᾶι θεοῖ, ἀπυδό-
45 TW TOI= KATIO/NTI TO\ H(/MISSON TW= PA/MATOS, E)S DE\ TOI= H(M-
ίσσοι αὐτὸς τὸ χρέος διαλυέτω· εἰ δ’ ἂν μὴ βόλητοι δ-
ιαλῦσαι, ἀπυδότω τοῖ κατιόντι τὸ πᾶμα ὅλον, ὁ δὲ κο-
μισάμενος διαλυσάτω τὸ χρέος τᾶι θεοῖ πᾶν. {²(§7)}² ὅσαι δ-
ὲ γυναῖκες τῶν φυγάδων ἢ θυγατέρες οἴκοι μίνονσ-
50 αι ἐγά[μ]αντυ ἢ φυγόνσαι ὕστερον ἐγάμαντυ [ἰ]ν Τεγέ-
αν κα[ὶ] ἐπίλυσιν ὠνήσαντυ οἴκοι μίνονσαι, ταννὶ μ-
ήτ’ ἀ[πυδοκ]ιμά̣ζεσθαι τὰ πατρῶια μήτε τὰ ματρῶια μ-
ηδὲ τὸς ἐσγόνος, ὅσοι μὴ ὕστερον ἔφυγον δι’ ἀνάγκα-
ς καὶ ἰν τοῖ νῦν ἐόντι καιροῖ καθέρπονσι ἢ αὐταὶ ἢ
55 παῖδες, ταννὶ δοκιμάζεσθαι καὶ αὐτὰς καὶ τὸς ἐς τ-
αιννὶ ἐσγόνος τὰ πατρῶια καὶ τὰ ματρῶια κὰ τὸ διά-
γραμμα. {²(§8)}² ὀμνύω Δία Ἀθάναν Ἀπόλλωνα Ποσειδᾶνα, εὐν-
οήσω τοῖς κατηνθηκόσι τοῖς ἔδοξε τᾶι πόλι κατυδ-
έχεσθαι, καὶ οὐ μνησικακήσω τῶννυ οὐ̣δε̣ν[ὶ] τ[ὰ] ἂν̣ ἀμ̣-
60 π̣[ε]ίση ἀπὺ τᾶι ἁμέραι τᾶι τὸν ὅρκον ὤμοσα, οὐδὲ δια-
κωλύσω τὰν τῶν κατηνθηκότων σωτηρίαν, οὔτε ἐν τᾶ-
ι ․․Σ․․ΥΛΛΙΙΛ̣ οὔτε ἰν τοῖ κοινοῖ τᾶς πόλιος ․ΛΙΙ․․․
Λ․Σ̣Κ̣ΛΙΣ̣․․ΛΙ δ̣ι̣ά̣γ̣ραμ̣μ̣α ․Ι̣Ι̣․Ι̣ πὸς τὸς κατηνθηκό-
[τ]ας ․․ΙΙΤ․Λ․ΛΛΙΛ̣Ι̣Ι̣Λ̣ τ̣ᾶι̣ πόλι Δ․ΤΙΣΛ̣Σ̣ΙΛ̣ΕΚ․ΙΙΙ․ΤΙ̣
65 ․․․․․ΙΙΛ [τ]ὰ ἰν τοῖ διαγρά[μμ]ατι γεγραμμένα ΤΛΕΣ
ΙΙΡ․ΛΙΛΙΡΛΙΙΛ․ΛΙ̣Λ̣Λ̣․․ [ο]ὐδὲ βωλεύσω πὸς οὐδένα.
Search Help
Contact Us