[ ]
Ark. — Tegea — ca. 350 bc — IG V,2.6A
1 | — — — |
{²(§1)}² — — — | |
1 | ΠΕΡΙΤ̣Ε̣— — — — — — — — — — — — — —ΦΙ․Λ̣Ο {²vac.?}² |
εἰκ ἄν τι γίνητοι τοῖς ἐργώναις τοῖς ἰν τοῖ αὐτοῖ | |
⸏ ἔργοι, ὅσα περὶ τὸ ἔργον. {²(§2)}² ἀπυέσθω δὲ ὁ ἀδικήμενος | |
τὸν ἀδικέντα ἰν ἁμέραις τρισὶ ἀπὺ ταῖ ἂν τὸ ἀδί- | |
5 | κημα γένητοι, ὕστερον δὲ μή· καὶ ὅ τι ἂγ κ[ρ]ίνωνσι |
⸏ οἱ ἐσδοτῆρες, κύριον ἔστω. {²(§3 I)}² εἰ δὲ πόλεμος δια- | |
κωλύσει τι τῶν ἔργων τῶν ἐσδοθέντων ἢ τῶν | |
ἠργασμένων τι φθέραι, οἱ τριακάσιοι διαγνόντω | |
τί δεῖ γίνεσθαι· {²(II)}² οἱ δὲ στραταγοὶ πόσοδομ ποέντω. | |
10 | εἰκ ἂν δέατοί σφεις πόλεμος ἦναι ὁ κωλύων ἢ ἐ- |
φθορκὼς τὰ ἔργα, λαφυροπωλίου ἐόντος κατὺ τᾶς | |
πόλιος· {²(III)}² εἰ δέ τι ἐργωνήσας μὴ ἰγκεχηρήκοι τοῖς | |
ἔργοις, ὁ δὲ πόλεμος διακωλύοι, ἀπυδόας τ̣ὸ ἀργύριον, | |
τὸ ἂν λελαβηκὼς τυγχάνη, ἀφεώσθω τῶ ἔργω, | |
15 | εἰκ ἂν κελεύωνσι οἱ ἐσδοτῆρες. {²(IV)}² εἰ δ’ ἄ[ν] τις ἐπι- |
συνίστατοι ταῖς ἐσδόσεσι τῶν ἔργων ἢ λυμαίνη- | |
τοι κατ’ εἰ δέ τινα τρόπον φθήρων, ζαμιόντω | |
οἱ ἐσδοτῆρες, ὅσαι ἂν δέατοί σφεις ζαμίαι, καὶ | |
ἀγκαρυσ[σόν]τ̣ω ἰν ἐπίκρισιν καὶ ἰναγόντω | |
20 | ἰν δικαστήριον τὸ γινόμενον τοῖ πλήθι τᾶς |
⸏ ζαμίαυ. {²(§4 I)}² μὴ ἐξέστω δὲ μηδὲ κοινᾶνας γενέσθαι | |
πλέον ἢ δύο ἐπὶ μηδενὶ τῶν ἔργων· εἰ δὲ μή, ὀφλέτω | |
ἕκαστος πεντήκοντα δαρχμάς· ἐπελασάσθων | |
δὲ οἱ ἁλιασταί. ἰμφαίνεν δὲ τὸμ βολόμενον ἐπὶ τοῖ | |
25 | ἡμίσσοι τᾶς ζαμίαυ. {²(II)}²) κὰ τὰ αὐτὰ δὲ καὶ εἰκ ἄν̣ τ̣ις |
πλέον ἢ δύο ἔργα ἔχη τῶν ἱερῶν ἢ τῶν δαμ[ο]σίων | |
κατ’ εἰ δέ τινα τρόπον, ὅ τινι ἂμ μὴ οἱ ἁλιαστα[ὶ] | |
παρετάξωνσι ὁμοθυμαδὸν πάντες, ζαμιώ[σ]θω | |
καθ’ ἕκαστον τῶν πλεόνων ἔργων κατὺ μῆνα | |
30 | πεντήκοντα δαρχμαῖς, μέστ’ ἂν ἐπιτ̣[ελέση] |
⸏ τὰ ἔργα τὰ πλέονα. {²(§5)}² εἰ δ’ ἄν τις [ἐξινε]ίκητοι τῶν | |
περὶ τὰ ἔργα συγ[γεγραμμέ]ν̣[ων] κατ’ εἰ δέ τι, μὴ | |
[ὑπει]κ̣[έτω τᾶς ἐργωνία]υ· εἰ δὲ μή, μή οἱ ἔστω ἴνδικον | |
μηδέποθι ἀλλ’ ἢ ἰν Τεγέαι· εἰ δ’ ἂν ἰνδικάζητοι, | |
35 | ἀπυτεισάτω τὸ χρέος διπλάσιον, τὸ ἂν δικάζητοι· |
ἔστω δὲ καὶ τωνὶ τῶ ἐπιζαμίω ὁ αὐτὸς ἴγγυος ὅπερ | |
⸏ καὶ τῶ ἔργω ἦς ἰν ἔστεισιν. {²(§6)}² εἰ δ’ ἄν τις ἐργωνήσας | |
ἔργον τι ποσκατυβλάψη τι ἄλλυ τῶν ὑπαρχόντων | |
ἔργων εἴτε ἱερὸν εἴτε δαμόσιον εἴτε ἴδιον | |
40 | πὰρ τὰν σύγγραφον τᾶς ἐσδοκαῦ, ἀπυκαθιστάτω |
τὸ κατυβλαφθὲν τοῖς ἰδίοις ἀναλώμασιν μὴ ἧσσον | |
⸏ ἢ ὑπᾶρχε ἐν τοῖ χρόνοι τᾶς ἐργωνίαυ. {²(§7)}² εἰ δ’ ἂμ μὴ | |
κατυστάση, τὰ ἐπιζάμια ἀπυτειέτω, κατάπερ | |
⸏ ἐπὶ τοῖς ἄλλοις ἔργοις τοῖς ὑπεραμέροις τέτακτοι. | |
45 | {²(§8 I)}² εἰ δ’ ἄν τις τῶν ἐργωνᾶν ἢ τῶν ἐργαζομένων |
ἐπηρειάζεν δέατοι ἰν τὰ ἔργα ἢ ἀπειθῆναι τοῖς | |
ἐπιμελομένοις ἢ κατυφρονῆναι τῶν ἐπιζαμίων | |
τῶν τεταγμένων, κύριοι ἐόντω οἱ ἐσδοτῆρες | |
τὸμ μὲν ἐργάταν ἐσδέλλοντες ἐς τοῖ ἔργοι, | |
50 | τὸν δὲ ἐργώναν ζαμιόντες ἰν ἐπίκρισιγ, κατάπερ |
τὸς ἐπισυνισταμένος ταῖς ἐσδοκαῖς γέγραπ̣[τ]ο̣ι. | |
{²(II)}² ὅ τι δ’ ἂν ἐσδοθῆ ἔργον εἴτε ἱερὸν εἴτε δαμόσι[ον], | |
ὑπάρχεν τὰγ κοινὰν σύγγραφον ταν[ν]ὶ κυρί[αν] | |
πὸς ταῖ ἐπὲς τοῖ ἔργοι γεγραμμέν[αι σ]υγγράφ[οι]. |