[ ] Ark. — Tegea — ca. 350 bc — IG V,2.6A
1 — — —
{²(§1)}² — — —
1 ΠΕΡΙΤ̣Ε̣— — — — — — — — — — — — — —ΦΙ․Λ̣Ο {²vac.?}²
εἰκ ἄν τι γίνητοι τοῖς ἐργώναις τοῖς ἰν τοῖ αὐτοῖ
⸏ ἔργοι, ὅσα περὶ τὸ ἔργον. {²(§2)}² ἀπυέσθω δὲ ὁ ἀδικήμενος
τὸν ἀδικέντα ἰν ἁμέραις τρισὶ ἀπὺ ταῖ ἂν τὸ ἀδί-
5 κημα γένητοι, ὕστερον δὲ μή· καὶ ὅ τι ἂγ κ[ρ]ίνωνσι
⸏ οἱ ἐσδοτῆρες, κύριον ἔστω. {²(§3 I)}² εἰ δὲ πόλεμος δια-
κωλύσει τι τῶν ἔργων τῶν ἐσδοθέντων ἢ τῶν
ἠργασμένων τι φθέραι, οἱ τριακάσιοι διαγνόντω
τί δεῖ γίνεσθαι· {²(II)}² οἱ δὲ στραταγοὶ πόσοδομ ποέντω.
10 εἰκ ἂν δέατοί σφεις πόλεμος ἦναι ὁ κωλύων ἢ ἐ-
φθορκὼς τὰ ἔργα, λαφυροπωλίου ἐόντος κατὺ τᾶς
πόλιος· {²(III)}² εἰ δέ τι ἐργωνήσας μὴ ἰγκεχηρήκοι τοῖς
ἔργοις, ὁ δὲ πόλεμος διακωλύοι, ἀπυδόας τ̣ὸ ἀργύριον,
τὸ ἂν λελαβηκὼς τυγχάνη, ἀφεώσθω τῶ ἔργω,
15 εἰκ ἂν κελεύωνσι οἱ ἐσδοτῆρες. {²(IV)}² εἰ δ’ ἄ[ν] τις ἐπι-
συνίστατοι ταῖς ἐσδόσεσι τῶν ἔργων ἢ λυμαίνη-
τοι κατ’ εἰ δέ τινα τρόπον φθήρων, ζαμιόντω
οἱ ἐσδοτῆρες, ὅσαι ἂν δέατοί σφεις ζαμίαι, καὶ
ἀγκαρυσ[σόν]τ̣ω ἰν ἐπίκρισιν καὶ ἰναγόντω
20 ἰν δικαστήριον τὸ γινόμενον τοῖ πλήθι τᾶς
⸏ ζαμίαυ. {²(§4 I)}² μὴ ἐξέστω δὲ μηδὲ κοινᾶνας γενέσθαι
πλέον ἢ δύο ἐπὶ μηδενὶ τῶν ἔργων· εἰ δὲ μή, ὀφλέτω
ἕκαστος πεντήκοντα δαρχμάς· ἐπελασάσθων
δὲ οἱ ἁλιασταί. ἰμφαίνεν δὲ τὸμ βολόμενον ἐπὶ τοῖ
25 ἡμίσσοι τᾶς ζαμίαυ. {²(II)}²) κὰ τὰ αὐτὰ δὲ καὶ εἰκ ἄν̣ τ̣ις
πλέον ἢ δύο ἔργα ἔχη τῶν ἱερῶν ἢ τῶν δαμ[ο]σίων
κατ’ εἰ δέ τινα τρόπον, ὅ τινι ἂμ μὴ οἱ ἁλιαστα[ὶ]
παρετάξωνσι ὁμοθυμαδὸν πάντες, ζαμιώ[σ]θω
καθ’ ἕκαστον τῶν πλεόνων ἔργων κατὺ μῆνα
30 πεντήκοντα δαρχμαῖς, μέστ’ ἂν ἐπιτ̣[ελέση]
⸏ τὰ ἔργα τὰ πλέονα. {²(§5)}² εἰ δ’ ἄν τις [ἐξινε]ίκητοι τῶν
περὶ τὰ ἔργα συγ[γεγραμμέ]ν̣[ων] κατ’ εἰ δέ τι, μὴ
[ὑπει]κ̣[έτω τᾶς ἐργωνία]υ· εἰ δὲ μή, μή οἱ ἔστω ἴνδικον
μηδέποθι ἀλλ’ ἢ ἰν Τεγέαι· εἰ δ’ ἂν ἰνδικάζητοι,
35 ἀπυτεισάτω τὸ χρέος διπλάσιον, τὸ ἂν δικάζητοι·
ἔστω δὲ καὶ τωνὶ τῶ ἐπιζαμίω ὁ αὐτὸς ἴγγυος ὅπερ
⸏ καὶ τῶ ἔργω ἦς ἰν ἔστεισιν. {²(§6)}² εἰ δ’ ἄν τις ἐργωνήσας
ἔργον τι ποσκατυβλάψη τι ἄλλυ τῶν ὑπαρχόντων
E)/RGWN EI)/TE I(ERO\N EI)/TE DAMO/SION EI)/TE I)/DION
40 πὰρ τὰν σύγγραφον τᾶς ἐσδοκαῦ, ἀπυκαθιστάτω
τὸ κατυβλαφθὲν τοῖς ἰδίοις ἀναλώμασιν μὴ ἧσσον
⸏ ἢ ὑπᾶρχε ἐν τοῖ χρόνοι τᾶς ἐργωνίαυ. {²(§7)}² εἰ δ’ ἂμ μὴ
κατυστάση, τὰ ἐπιζάμια ἀπυτειέτω, κατάπερ
⸏ ἐπὶ τοῖς ἄλλοις ἔργοις τοῖς ὑπεραμέροις τέτακτοι.
45 {²(§8 I)}² εἰ δ’ ἄν τις τῶν ἐργωνᾶν ἢ τῶν ἐργαζομένων
ἐπηρειάζεν δέατοι ἰν τὰ ἔργα ἢ ἀπειθῆναι τοῖς
ἐπιμελομένοις ἢ κατυφρονῆναι τῶν ἐπιζαμίων
τῶν τεταγμένων, κύριοι ἐόντω οἱ ἐσδοτῆρες
τὸμ μὲν ἐργάταν ἐσδέλλοντες ἐς τοῖ ἔργοι,
50 τὸν δὲ ἐργώναν ζαμιόντες ἰν ἐπίκρισιγ, κατάπερ
τὸς ἐπισυνισταμένος ταῖς ἐσδοκαῖς γέγραπ̣[τ]ο̣ι.
{²(II)}² ὅ τι δ’ ἂν ἐσδοθῆ ἔργον εἴτε ἱερὸν εἴτε δαμόσι[ον],
U(PA/RXEN TA\G KOINA\N SU/GGRAFON TAN[N]I\ KURI/[AN]
πὸς ταῖ ἐπὲς τοῖ ἔργοι γεγραμμέν[αι σ]υγγράφ[οι].
Search Help
Contact Us