[ ] Ark. — Tegea — end 5th-beg. 4th bc — IG V,2.3
1 {²(§1)}² τὸν ℎιερὲˉν πέντε καὶ εἴκοσι οἶς νέμεν καὶ ζεῦγο-
ς καὶ αἶγα· εἰ δ’ ἂν καταλλάσσεˉ, ἰνφορβισμὸν ἐ͂ναι· τ-
ὸν ℎιερομνάμονα ἰνφορβίεν· εἰ δ’ ἂν λεύτοˉν μὲˉ ἰνφ-
ορβίεˉ, ℎεκοτὸν δαρχμὰς {²⁶δραχμας}²⁶ ὀφλὲν ἰν δᾶμον καὶ κάταρ-
5 ϝον ἐ͂ναι ⋮⋮ {²(§2)}² τὸν ℎιεροθύταν νέμεν ἰν Ἀλέαι ὅ, τι ἂν ἀ-
σκεθὲς ἐ͂, τὰ δ’ ἀνασκεθέα ἰνφορβίεν, μὲˉδ’ ἐσπερᾶσα-
ι πὰρ ἃν λέγεˉ ℎιεροθυτές· εἰ δ’ ἂν ἐσπεράσεˉ, δυόδεκ-
ο δαρχμὰς {²⁶δραχμας}²⁶ ὀφλὲν ἰν δᾶμον ⋮⋮ {²(§3)}² τᾶς τριπαναγόρσιος τ-
ὰς ὑστέρας τρὶς ἁμέρας νέμ̣εν ὅτι ℎὰν βόλεˉτοι ὃς
10 μὲˉ ἰν τοῖ περιχόροι· εἰ δ’ ἂν ἰν τοῖ περιχόροι, ἰνφο-
ρβίεν ⋮⋮ {²(§4)}² ἰν Ἀλέαι μὲˉ νέμεν μέˉτε ξένον μέˉτε ϝαστὸν
εἰ μὲˉ ἐπὶ θοίναν ℎίκοντα, τοῖ δὲ ξένοι καταγομέν-
οι ἐξε͂ναι ἁμέραν καὶ νύκτα νέμεν ἐπιζύγιον· εἰ δ’
ἂν πὰρ τάνυ νέμεˉ, τὸ μὲν μέζον πρόβατον δαρχμὰν ὀ-
15 φλέν, τὸ δὲ μεῖον ἰνφορβίεν ⋮⋮ {²(§5)}² τὰ ℎιερὰ πρόβατα μὲˉ
νέμεν ἰν Ἀλέαι πλὸς ἁμέραυ καὶ νυκτός, εἰκ ἂν διε-
λαυνόμενα τύχεˉ· εἰ δ’ ἂν νέμεˉ, δαρχμὰν ὀφλὲν τὸ πρό-
βατον ϝέκαστον τὸ μέζον, το͂ν δὲ μειόνοˉν προβάτοˉ-
ν ὀδελὸν ϝέκαστον, τᾶν συο͂ν δαρχμὰν ϝεκάσταυ, ε[ἰ]
20 μὲˉ παρℎεταξάμενος τὸς πεντέˉκοντα ἒˉ τὸς τριακα̣-
σίος ⋮⋮ {²(§6)}² εἰκ ἐπὶ δο͂μα πῦρ ἐποίσεˉ, δυόδεκο δαρχμὰς̣
ὀφλέν, τὸ μὲν ἕˉμισυ τᾶι θεοῖ, τὸ δ’ ἕˉμισυ τοῖς ℎιερ[ο]-
μνάμονσι ⋮⋮ {²(§7)}² εἰκ ἂν παραμαξεύεˉ θύσθεν τᾶς κελε[ύθ]-
ο τᾶς κακειμέναυ κατ’ Ἀλέαν, τρὶς ὀδελὸς ὀφλὲ[ν ἀν]-
25 τὶ ϝεκάσταυ, τὸ μὲν ℎέˉμισυ τᾶι θεοῖ, τὸ δ’ ἕˉμισ[υ τοῖ]-
ς ℎιερομνάμονσι ⋮⋮ {²(§8)}² τᾶι παναγόρσι τὸς ℎιερ[ομνάμ]-
ονας ἀρτύεν τὰ ἰν ταῖς ἰνπολαῖς πάντα, τὰ [δ’ ἄλλα τ]-
ὸς δαμιοργός ⋮⋮ {²(§9)}² τὸν κόπρον τὸν ἀπυδόσμ[ιον ἐξάγε]-
[ν] τᾶι ℎεβδόμαι το͂ Λεσχανασίο μεˉνός· [εἰ δὲ μέˉ, δαρχ]-
30 [μὰ]ν ὀφλέν ⋮⋮ {²(§10)}² τὸν Παναγόρσιον με͂να τὸν̣ [δαμιοργὸν(?)]
[δικ]ά̣ζεν τοῖς ξένοις, εἰκ ἂν ἰόν̣τα ․․․․․․․․․
․․․․․ εἰ δ’ ἀπιόντα ει․․․․․․․․․․․․․․․․․․․․․
․․․․․․ν̣ δάμοι ἐφαγ․․․․․․․․․․․․․․․․․․․․․․․
․․․․․․․․αι τὸς ․․․․․․․․․․․․․․․․․․․․․․․․․
35 ․․․․․․․․․νον․․․․․․․․․․․․․․․․․․․․․․․․․․․
— — —
Search Help
Contact Us