[ ] Elis — Olympia — 3rd c. AD
1     ἀγαθῇ τύχῃ.
 τὸ κοινὸν τῶν
Ἀχαιῶν, ἐπὶ στρατη-
γοῦ Ἰουλίου Ἀγρίππα,
5 Τίτον Φλάβιον Πο-
λύβιον Μεσσήνιον
καὶ Λακεδαιμόνιον,
ἱερέα θεᾶς Ῥώμης, τὸν
ὄντως Ἡρακλείδην,
10 συνεπιψηφισαμένης
καὶ τῆς Ὀλυμπικῆς βου-
λῆς διά τε τὴν περὶ
τὰ κοινὰ ἐλευθέριον
καὶ ἀδιάβλητον πάν-
15 των χάριν φροντίδα
καὶ διὰ τὴν οἴκοθεν ἀ-
νυπέρβλητον ἐν πᾶ-
σιν φιλοτειμίαν.
ψ(ηφίσματι)    β(ουλῆς).
Search Help
Contact Us