[ ] Elis — Olympia — 4th c. BC
1      Χαρμαντίδου Γοργίας Λεοντῖνος.
                          vacat
2 τὴμ μὲν ἀδελφ̣ὴν Δηϊκράτης τὴγ Γοργίου ἔσχεν,
ἐκ ταύτης δ’ αὐτ̣ῶι γίγνεται Ἱπποκράτης,
Ἱπποκράτους δ’ Εὔμολπος̣, [ὃς εἰ]κόνα τήνδ’ ἀνέθηκεν
5 δισσῶν, παιδείας κ[α]ὶ φιλί[ας ἕ]νεκα.
                        vacat
6 Γοργίου ἀσκῆσαι ψυχὴν ἀρετῆς ἐς ἀγῶνας
οὐδείς πω θνητῶν καλλίον’ ηὗρε τέχνην·
οὗ καὶ Ἀπόλλωνος γυάλοις εἰκὼν ἀνάκειται
οὐ πλούτου παράδειγμ’, εὐσεβίας δὲ τρόπων.
Search Help