[ ]
Elis — Olympia — reign of Trajan or Hadrian — cf. Nachträge col. 798
face a.1 | Ἠλείων ψήφισμα. |
ἐμφανίσαντός μοι Μάρκου Βετιληνοῦ Λ{ι}αίτου {²⁶Λαίτου}²⁶, | |
ὅτι Τιβέριος Κλαύδιος Ῥοῦφος, ἀνὴρ πανκρα- | |
τιαστής, ἐπὶ τὸν τῶν Ὀλυμπίων ἀγῶνα παραγε- | |
5 | νόμενος ἐπεδήμησέν τε μετὰ παντὸς |
ἐν τῇ πόλει κόσμου, ὡς πάσης αὐτὸν μαρτυρίας | |
ἐπὶ σωφροσύνῃ καὶ κοινῇ καὶ κατ’ ἄνδρα παρὰ πᾶσιν | |
ἐπιτήδειον νομίζεσθαι, τάς τε γυμνασίας ἐν | |
ὄψει τῶν ἑλληνοδικῶν κατὰ τὸ πάτριον τῶν | |
10 | ἀγώνων ἔθος ἀπέδωκεν ἐπιμελῶς, ὡς πρόδηλον |
εἶναι τὴν ἐλπίδα τῆς ἐπὶ τὸν ἱερώτατον στέφανον | |
αὐτῶι, καὶ διότι παραγενόμενος εἰς τὸ στάδιον | |
ἀξίως καὶ τοῦ Διὸς τοῦ Ὀλυμπίου καὶ τῆς ἀθλήσεως | |
καὶ τῆς ὑπὲρ αὐτοῦ παρὰ πᾶσιν ὑπολήψεως ὑπαρ- | |
15 | χούσης ἠγωνίσατο μέγα τι καὶ θαυμαστόν, ὥσπερ |
ἦν ἄξιον, ἐπιθέσθαι τὸν Ὀλυμπικὸν στέφανον | |
ἡγούμενος, καὶ πάντας μὲν ἀνέφεδρος ἐπανκρα- | |
τίασε τοὺς κλήρους τοῖς δοκιμωτάτοις λαχὼν | |
ἀνδράσιν, ἐπὶ τοσοῦτον δὲ καὶ ἀρετῆς καὶ εὐψυχίας | |
20 | ἦλθεν, ὥστε περὶ τοῦ στεφάνου πανκρατιάζων |
πρὸς ἄνδρα λελονχότα ἐφεδρείαν καλλείω | |
λογίσασθαι τῆς ψυχῆς ὑπεριδεῖν ἢ τῆς περὶ τὸν | |
στέφανον ἐλπίδος, | |
face b.24 | καὶ ὅτι μέχρι νυκτός, ὡς ἄστρα καταλαβεῖν, |
25 | διεκαρτέρησε, ὑπὸ τῆς περὶ τὴν̣ νείκην |
ἐλπίδος ἐπὶ πλεῖστον ἀγωνίσζεσθαι προτρε- | |
πόμενος, ὥστε καὶ ὑπὸ τῶν πολειτῶν τῶν | |
ἡμετέρων καὶ ὑπὸ τῶν τῆς οἰκουμένης θεατῶν | |
συνειλεγμένων ἐπὶ τὸν ἱερώτατον τῶν | |
30 | Ὀλυμπίων ἀγῶνα θαυμάζεσθαι, καὶ διὰ ταῦτα |
λέγοντος δεῖν τειμάς τε τῷ ἀνδρὶ ψηφισ- | |
θῆναι τὸ ὅσον ἐπ’ αὐτῷ καὶ αὐξήσαντι καὶ συν- | |
κοσμήσαντι τὸν ἀγῶνα, καὶ ἐπιτραπῆναι | |
ἀνδριάντα αὐτῷ ἐπὶ τῆς Ὀλυμπίας ἀναστῆσαι | |
35 | ἐπιγραφὴν ἔχοντα τήν τε τῶν ἄλλων |
ἀγώνων μαρτυρίαν καὶ δηλοῦσαν ὑπὲρ | |
τῆς ἱερᾶς ἣν μόνος ἀπ’ αἰῶνος ἀνδρῶν | |
ἐποίησεν, ἔδοξεν τοῖς τε ἄ̣ρχουσι | |
καὶ παντὶ τῷ δήμῳ, ἐπαινέσαι μὲν Λαῖτον | |
40 | τῆς <ε>ἰσηγήσεως, τετειμῆσθαι δὲ Ῥοῦφον |
πολειτείᾳ, καὶ ἐπιτραπῆναι {ν} αὐτῷ ἀνα- | |
θεῖναι ἀνδριάντα ἐπὶ τῆς Ὀλυμπίας | |
ἐπιγραφὴν ἔχοντα τὴν προγεγραμμένην. |