1 | κρίσις περὶ χώρας |
Μεσσανίοις καὶ Λακεδαιμονίο[ις]. | |
vacat | |
I.col. I.3 | πρεσβευτᾶν παραγενομένων παρὰ τᾶς πόλιος |
τῶμ Μεσσανίων Μηνοδώρου τοῦ Διονυσίου, | |
5 | Ἀπολλωνίδα τοῦ Νικάνδρου, Χαρητίδα τοῦ Δορ- |
κωνίδα, καὶ τὰ γράμματα ἀποδόντων, ἐν οἷς διεσα- | |
φεῖτο ἀνανεωσαμένους τὰν ὑπάρχουσαν συγγένει- | |
α̣ν̣ κ̣α[ὶ] φιλίαν ταῖς πόλεσι ποθ’ αὑτὰς διαλέγεσθαι ὅ- | |
πως ἐπιχωρήσει ἁ πόλις ἀναγραφῆμεν εἰς Ὀλυμπίαν | |
10 | τὰγ̣ κρ[ί]σιν τὰγ γενομέναν τᾶι πόλει αὐτῶν ποτὶ τὰμ |
πόλι̣ν̣ τῶν Λακεδαιμονίων περὶ χώρας, ἀποδόντων | |
δὲ τῶμ πρεσβευτᾶν καὶ ἐπιστολὰμ παρὰ Μιλησίων | |
ἐσφραγισμέναν, περιέχουσαν τάν τε γεγε[ν]ημ[ένα]ν κρί- | |
σιν, διαλεγέντων δὲ καὶ [τῶ]μ πρεσβευτᾶν ἀκολ[ού]- | |
15 | θως τοῖς γεγραμμένοις· ἔδοξε τοῖς συνέδροις, ἀπόκρι- |
σιν δόμεν, διότι τάν τε συγγένειαν καὶ φιλίαν τὰν ὑπάρ- | |
χουσαν ποτὶ τὰμ πόλιν τῶμ Μεσσανίων ἀνανεοῦν- | |
ταί τε καὶ ἐπὶ πλεῖομ προάξοντι, περί τε τοῦ ἐπιχω- | |
ρῆσαι ἀναγραφῆμεν εἰς Ὀλυμπίαν τὰγ κρίσιν τὰγ γεγενη- | |
20 | μέναν τᾶι πόλει αὐτῶν ποτὶ τὰμ πόλιν τῶν Λακεδαι- |
μονίων περὶ τᾶς χώρας ἐπὶ τοῦ δάμου τοῦ Μιλησίων | |
διότι ἐπιχωροῦντι καθὼς ἁ πόλις τῶμ Μεσσανίων | |
ἐγεγράφει καὶ οἱ πρεσβευταὶ παρεκάλεον· ἐπαινέσαι | |
δὲ καὶ τοὺς πρεσβευτὰς ἐπί τε τᾶι ἐνδαμίαι καὶ ἀνα- | |
25 | στροφᾶι ἇι πεποίηνται, δόμεν δὲ αὐτοῖς καὶ Φιλόνι- |
κον τὸν ταμίαν ξένια τὰ μέγιστα ἐκ τῶν νόμων, | |
καλέσαι δὲ αὐτοὺς καὶ τοὺς ἄρχοντας ἐπὶ τὰγ κοινὰν | |
ἑστίαν. | |
vacat | |
II.col. I.29 | Μιλησίων οἱ πρυτάνεις καὶ οἱ ἡιρημένοι ἐπὶ τῆι φυλακῆι |
30 | Ἠλείων τοῖς ἄρχουσι καὶ τοῖς συνέδροις χαίρειν· παρα- |
γενομένωμ πρὸς ἡμᾶς πρεσβευτῶν παρὰ Μεσσηνίων | |
Μηνοδώρου τοῦ Διονυσίου, Φιλοίτου τοῦ Κρατίου, καὶ | |
παρακαλούντων δοῦναι αὐτοῖς ἀντίγραφον πρὸς ὑ- | |
μᾶς τῆς γεγενημένης κρίσεως Μεσσηνίοις τε καὶ | |
35 | Λακεδαιμονίοις κατὰ τὸ δόγμα τῆς συγκλήτου, καὶ τῆς τε |
βουλῆς καὶ τοῦ δήμου συγχωρησάντων τὰ προδεδηλ<ω>μέ- | |
να καὶ ἐπιταξάντων ἡμῖν δοῦναι αὐτοῖς τὴγ κρίσιν, ὑπο- | |
[τ]άξαντες αὐτὴν τῆι ἐπιστολῆι ἐδώκαμεν τοῖς πρεσβευ- | |
[τ]αῖς, ὅπως διακομίσωσιν αὐτὴμ πρὸς ὑμᾶς ἐσφραγισμέ- | |
40 | [νη]ν̣ τῆι [δημ]οσίαι σφραγῖδι. |
III.col. II.41 | ἐπὶ στεφανηφόρου Εἰρηνίου τοῦ Ἀσκληπιάδο[υ], μηνὸς |
Καλαμαιῶνος δευτέραι, ὡς δὲ ὁ στρατηγὸς [ἔγρα]ψε Κόϊν- | |
τος Καλιπόρνιος Γαΐου υἱὸς μηνὸς τετάρ[του καὶ δεκά]- | |
του καὶ ἡμέραι ἑνδεκάτηι κατὰ σελήνην ἀφ’ ἧ[ς ἡμέρας τὸ] | |
45 | δόγμα ἐγένετο, ἐκκλησία συνήχθη κυρία ἐν̣ [τῷ θεά]- |
τρωι ἐν τῆι προειρημένηι ἡμέραι, καθότι Λακ̣[εδαιμόνι]- | |
οι καὶ Μεσσήνιοι συνωμολογήσαντο, καὶ ἀπ[ε]κληρώθη | |
κριτήριον ἐκ παντὸς τοῦ δήμου τὸ μέγιστ̣ον ἐκ τῶν | |
νόμων, κριταὶ ἑξακόσιοι, καὶ εἰσήχθη ἡ κρίσις κατά τε | |
50 | τὴν ἐπιστολὴν τοῦ προειρημένο[υ] στρατηγοῦ καὶ |
κατὰ τὸ δόγμα τῆς συ[γκ]λ̣ήτου Π̣[— —] ἐπ’ ἀμφιλλο[γ]- | |
[ία]ι̣ Ο̣[—]․[—]․ [Λ]ακ̣ε̣δαι[μον]ί[οι]ς τ̣ε κ̣[αὶ Μεσσηνίοις, ὁπό]- | |
τεροι ταύτην τὴν χώραν κατεῖχ[ον ὅτε Λεύκιος] | |
Μόμμιος ὕπατος ἢ ἀνθύπατος [ἐν ἐκείνῃ τῇ ἐπαρ]- | |
55 | χείαι ἐγένετο, ὅπως οὗτοι οὕτ[ως κατέχωσιν — — — — —] |
ηιρήθη αὐτοῖς τὸ ὕδωρ πρὸς τὴμ [— — — — —, ἐπὶ μὲν τοῦ] | |
πρώτου λόγου ἑκατέροις μετρη[ταὶ Μιλήσιοι δεκα]- | |
πέντε, ἐπὶ δὲ τοῦ δευτέρου λόγου̣ [μετρηταὶ Μιλήσιοι] | |
πέντε, καθότι καὶ αὐτοὶ εὐδόκησαν· [καὶ λ]ε̣ξάντων | |
60 | πρὸς τὴν τήρησιν τοῦ ὕδατος παρὰ [μὲν Λ]ακεδαιμονί- |
ων Εὐδαμίδα τοῦ Εὐθυκλέος, παρὰ δὲ Με̣[σ]σ̣ηνίων Νίκ<ων>- | |
ος τοῦ Νίκωνος, καὶ ῥηθέντων τῶν λόγων̣ [ὑ]φ’ ἑκατέ- | |
ρων, ἐκρίθη κατεισχῆσθαι ἡ χώρα ὑπὸ Μεσσ̣[η]νίων ὅτε | |
Λεύκιος Μόμμιος ὕπατος ἢ ἀνθύπατος [ἐ]ν ἐκεί- | |
65 | νηι τῆι ἐπαρχείαι ἐγένετο, καὶ ὅπως οὕτ̣[οι] οὕτως |
κατέχωσιν. τῶν ψήφων, αἷς ἔδοξεν κατεισ[χῆσθαι] | |
ἡ χώρα ὑπὸ Μεσσηνίων καὶ ὅπως οὕτοι οὕτω[ς κα]- | |
τέχωσιν, πεντακόσιαι ὀγδοήκοντα τέσσα- | |
ρες· αἷς κατεισχῆσθαι ὑπὸ Λακεδαιμονίω[ν], | |
70 | δεκαέξ. |
IvO
52