[ ] Elis — Olympia — ca. 138 BC
See also:
1                        κρίσις περὶ χώρας
                Μεσσανίοις καὶ Λακεδαιμονίο[ις].
                                vacat
I.col. I.3 πρεσβευτᾶν παραγενομένων παρὰ τᾶς πόλιος
 τῶμ Μεσσανίων  Μηνοδώρου τοῦ Διονυσίου,
5 Ἀπολλωνίδα τοῦ Νικάνδρου, Χαρητίδα τοῦ Δορ-
 κωνίδα, καὶ τὰ γράμματα ἀποδόντων, ἐν οἷς διεσα-
 φεῖτο ἀνανεωσαμένους τὰν ὑπάρχουσαν συγγένει-
 α̣ν̣ κ̣α[ὶ] φιλίαν ταῖς πόλεσι ποθ’ αὑτὰς διαλέγεσθαι ὅ-
 πως ἐπιχωρήσει ἁ πόλις ἀναγραφῆμεν εἰς Ὀλυμπίαν
10  τὰγ̣ κρ[ί]σιν τὰγ γενομέναν τᾶι πόλει αὐτῶν ποτὶ τὰμ
 πόλι̣ν̣ τῶν Λακεδαιμονίων περὶ χώρας, ἀποδόντων
 δὲ τῶμ πρεσβευτᾶν καὶ ἐπιστολὰμ παρὰ Μιλησίων
 ἐσφραγισμέναν, περιέχουσαν τάν τε γεγε[ν]ημ[ένα]ν κρί-
 σιν,  διαλεγέντων δὲ καὶ [τῶ]μ πρεσβευτᾶν ἀκολ[ού]-
15  θως τοῖς γεγραμμένοις·  ἔδοξε τοῖς συνέδροις, ἀπόκρι-
 σιν δόμεν, διότι τάν τε συγγένειαν καὶ φιλίαν τὰν ὑπάρ-
 χουσαν ποτὶ τὰμ πόλιν τῶμ Μεσσανίων ἀνανεοῦν-
 ταί τε καὶ ἐπὶ πλεῖομ προάξοντι, περί τε τοῦ ἐπιχω-
 ρῆσαι ἀναγραφῆμεν εἰς Ὀλυμπίαν τὰγ κρίσιν τὰγ γεγενη-
20  μέναν τᾶι πόλει αὐτῶν ποτὶ τὰμ πόλιν τῶν Λακεδαι-
 μονίων περὶ τᾶς χώρας ἐπὶ τοῦ δάμου τοῦ Μιλησίων
 διότι ἐπιχωροῦντι καθὼς ἁ πόλις τῶμ Μεσσανίων
 ἐγεγράφει καὶ οἱ πρεσβευταὶ παρεκάλεον·  ἐπαινέσαι
 δὲ καὶ τοὺς πρεσβευτὰς ἐπί τε τᾶι ἐνδαμίαι καὶ ἀνα-
25  στροφᾶι ἇι πεποίηνται, δόμεν δὲ αὐτοῖς καὶ Φιλόνι-
 κον τὸν ταμίαν ξένια τὰ μέγιστα ἐκ τῶν νόμων,
 καλέσαι δὲ αὐτοὺς καὶ τοὺς ἄρχοντας ἐπὶ τὰγ κοινὰν
 ἑστίαν.
                                        vacat
II.col. I.29 Μιλησίων οἱ πρυτάνεις καὶ οἱ ἡιρημένοι ἐπὶ τῆι φυλακῆι
30  Ἠλείων τοῖς ἄρχουσι καὶ τοῖς συνέδροις χαίρειν· παρα-
 γενομένωμ πρὸς ἡμᾶς πρεσβευτῶν παρὰ Μεσσηνίων
 Μηνοδώρου τοῦ Διονυσίου, Φιλοίτου τοῦ Κρατίου, καὶ
 παρακαλούντων δοῦναι αὐτοῖς ἀντίγραφον πρὸς ὑ-
 μᾶς τῆς γεγενημένης κρίσεως Μεσσηνίοις τε καὶ
35  Λακεδαιμονίοις κατὰ τὸ δόγμα τῆς συγκλήτου, καὶ τῆς τε
 βουλῆς καὶ τοῦ δήμου συγχωρησάντων τὰ προδεδηλ<ω>μέ-
 να καὶ ἐπιταξάντων ἡμῖν δοῦναι αὐτοῖς τὴγ κρίσιν, ὑπο-
[τ]άξαντες αὐτὴν τῆι ἐπιστολῆι ἐδώκαμεν τοῖς πρεσβευ-
[τ]αῖς, ὅπως διακομίσωσιν αὐτὴμ πρὸς ὑμᾶς ἐσφραγισμέ-
40 [νη]ν̣ τῆι [δημ]οσίαι σφραγῖδι.
III.col. II.41 ἐπὶ στεφανηφόρου Εἰρηνίου τοῦ Ἀσκληπιάδο[υ], μηνὸς
  Καλαμαιῶνος δευτέραι, ὡς δὲ ὁ στρατηγὸς [ἔγρα]ψε Κόϊν-
  τος Καλιπόρνιος Γαΐου υἱὸς μηνὸς τετάρ[του καὶ δεκά]-
  του καὶ ἡμέραι ἑνδεκάτηι κατὰ σελήνην ἀφ’ ἧἡμέρας τὸ]
45   δόγμα ἐγένετο, ἐκκλησία συνήχθη κυρία ἐν̣ [τῷ θεά]-
  τρωι ἐν τῆι προειρημένηι ἡμέραι, καθότι Λακ̣[εδαιμόνι]-
  οι καὶ Μεσσήνιοι συνωμολογήσαντο, καὶ ἀπ[ε]κληρώθη
  κριτήριον ἐκ παντὸς τοῦ δήμου τὸ μέγιστ̣ον ἐκ τῶν
  νόμων, κριταὶ ἑξακόσιοι,  καὶ εἰσήχθη ἡ κρίσις κατά τε
50   τὴν ἐπιστολὴν τοῦ προειρημένο[υ] στρατηγοῦ καὶ
  κατὰ τὸ δόγμα τῆς συ[γκ]λ̣ήτου Π̣[— —] ἐπ’ ἀμφιλλο[γ]-
[ία]ι̣ Ο̣[—][—][Λ]ακ̣ε̣δαι[μον][οι]ς τ̣ε κ̣[αὶ Μεσσηνίοις, ὁπό]-
  τεροι ταύτην τὴν χώραν κατεῖχ[ον ὅτε Λεύκιος]
  Μόμμιος ὕπατος ἢ ἀνθύπατος [ἐν ἐκείνῃ τῇ ἐπαρ]-
55   χείαι ἐγένετο, ὅπως οὗτοι οὕτ[ως κατέχωσιν — — — — —]
  ηιρήθη αὐτοῖς τὸ ὕδωρ πρὸς τὴμ [— — — — —, ἐπὶ μὲν τοῦ]
  πρώτου λόγου ἑκατέροις μετρη[ταὶ Μιλήσιοι δεκα]-
  πέντε, ἐπὶ δὲ τοῦ δευτέρου λόγου̣ [μετρηταὶ Μιλήσιοι]
  πέντε, καθότι καὶ αὐτοὶ εὐδόκησαν· [καὶ λ]ε̣ξάντων
60   πρὸς τὴν τήρησιν τοῦ ὕδατος παρὰ [μὲν Λ]ακεδαιμονί-
  ων Εὐδαμίδα τοῦ Εὐθυκλέος, παρὰ δὲ Με̣[σ]σ̣ηνίων Νίκ<ων>-
  ος τοῦ Νίκωνος, καὶ ῥηθέντων τῶν λόγων̣ [ὑ]φ’ ἑκατέ-
  ρων, ἐκρίθη κατεισχῆσθαι ἡ χώρα ὑπὸ Μεσσ̣[η]νίων ὅτε
  Λεύκιος Μόμμιος ὕπατος ἢ ἀνθύπατος [ἐ]ν ἐκεί-
65   νηι τῆι ἐπαρχείαι ἐγένετο, καὶ ὅπως οὕτ̣[οι] οὕτως
  κατέχωσιν. τῶν ψήφων, αἷς ἔδοξεν κατεισ[χῆσθαι]
  ἡ χώρα ὑπὸ Μεσσηνίων καὶ ὅπως οὕτοι οὕτω[ς κα]-
  τέχωσιν,  πεντακόσιαι ὀγδοήκοντα τέσσα-
  ρες·  αἷς κατεισχῆσθαι ὑπὸ Λακεδαιμονίω[ν],
70   δεκαέξ.
Search Help