| 1 | κρίσις περὶ χώρας |
| Μεσσανίοις καὶ Λακεδαιμονίο[ις]. | |
| vacat | |
| I.col. I.3 | πρεσβευτᾶν παραγενομένων παρὰ τᾶς πόλιος |
| τῶμ Μεσσανίων Μηνοδώρου τοῦ Διονυσίου, | |
| 5 | Ἀπολλωνίδα τοῦ Νικάνδρου, Χαρητίδα τοῦ Δορ- |
| κωνίδα, καὶ τὰ γράμματα ἀποδόντων, ἐν οἷς διεσα- | |
| φεῖτο ἀνανεωσαμένους τὰν ὑπάρχουσαν συγγένει- | |
| α̣ν̣ κ̣α[ὶ] φιλίαν ταῖς πόλεσι ποθ’ αὑτὰς διαλέγεσθαι ὅ- | |
| πως ἐπιχωρήσει ἁ πόλις ἀναγραφῆμεν εἰς Ὀλυμπίαν | |
| 10 | τὰγ̣ κρ[ί]σιν τὰγ γενομέναν τᾶι πόλει αὐτῶν ποτὶ τὰμ |
| πόλι̣ν̣ τῶν Λακεδαιμονίων περὶ χώρας, ἀποδόντων | |
| δὲ τῶμ πρεσβευτᾶν καὶ ἐπιστολὰμ παρὰ Μιλησίων | |
| ἐσφραγισμέναν, περιέχουσαν τάν τε γεγε[ν]ημ[ένα]ν κρί- | |
| σιν, διαλεγέντων δὲ καὶ [τῶ]μ πρεσβευτᾶν ἀκολ[ού]- | |
| 15 | θως τοῖς γεγραμμένοις· ἔδοξε τοῖς συνέδροις, ἀπόκρι- |
| σιν δόμεν, διότι τάν τε συγγένειαν καὶ φιλίαν τὰν ὑπάρ- | |
| χουσαν ποτὶ τὰμ πόλιν τῶμ Μεσσανίων ἀνανεοῦν- | |
| ταί τε καὶ ἐπὶ πλεῖομ προάξοντι, περί τε τοῦ ἐπιχω- | |
| ρῆσαι ἀναγραφῆμεν εἰς Ὀλυμπίαν τὰγ κρίσιν τὰγ γεγενη- | |
| 20 | μέναν τᾶι πόλει αὐτῶν ποτὶ τὰμ πόλιν τῶν Λακεδαι- |
| μονίων περὶ τᾶς χώρας ἐπὶ τοῦ δάμου τοῦ Μιλησίων | |
| διότι ἐπιχωροῦντι καθὼς ἁ πόλις τῶμ Μεσσανίων | |
| ἐγεγράφει καὶ οἱ πρεσβευταὶ παρεκάλεον· ἐπαινέσαι | |
| δὲ καὶ τοὺς πρεσβευτὰς ἐπί τε τᾶι ἐνδαμίαι καὶ ἀνα- | |
| 25 | στροφᾶι ἇι πεποίηνται, δόμεν δὲ αὐτοῖς καὶ Φιλόνι- |
| κον τὸν ταμίαν ξένια τὰ μέγιστα ἐκ τῶν νόμων, | |
| καλέσαι δὲ αὐτοὺς καὶ τοὺς ἄρχοντας ἐπὶ τὰγ κοινὰν | |
| ἑστίαν. | |
| vacat | |
| II.col. I.29 | Μιλησίων οἱ πρυτάνεις καὶ οἱ ἡιρημένοι ἐπὶ τῆι φυλακῆι |
| 30 | Ἠλείων τοῖς ἄρχουσι καὶ τοῖς συνέδροις χαίρειν· παρα- |
| γενομένωμ πρὸς ἡμᾶς πρεσβευτῶν παρὰ Μεσσηνίων | |
| Μηνοδώρου τοῦ Διονυσίου, Φιλοίτου τοῦ Κρατίου, καὶ | |
| παρακαλούντων δοῦναι αὐτοῖς ἀντίγραφον πρὸς ὑ- | |
| μᾶς τῆς γεγενημένης κρίσεως Μεσσηνίοις τε καὶ | |
| 35 | Λακεδαιμονίοις κατὰ τὸ δόγμα τῆς συγκλήτου, καὶ τῆς τε |
| βουλῆς καὶ τοῦ δήμου συγχωρησάντων τὰ προδεδηλ<ω>μέ- | |
| να καὶ ἐπιταξάντων ἡμῖν δοῦναι αὐτοῖς τὴγ κρίσιν, ὑπο- | |
| [τ]άξαντες αὐτὴν τῆι ἐπιστολῆι ἐδώκαμεν τοῖς πρεσβευ- | |
| [τ]αῖς, ὅπως διακομίσωσιν αὐτὴμ πρὸς ὑμᾶς ἐσφραγισμέ- | |
| 40 | [νη]ν̣ τῆι [δημ]οσίαι σφραγῖδι. |
| III.col. II.41 | ἐπὶ στεφανηφόρου Εἰρηνίου τοῦ Ἀσκληπιάδο[υ], μηνὸς |
| Καλαμαιῶνος δευτέραι, ὡς δὲ ὁ στρατηγὸς [ἔγρα]ψε Κόϊν- | |
| τος Καλιπόρνιος Γαΐου υἱὸς μηνὸς τετάρ[του καὶ δεκά]- | |
| του καὶ ἡμέραι ἑνδεκάτηι κατὰ σελήνην ἀφ’ ἧ[ς ἡμέρας τὸ] | |
| 45 | δόγμα ἐγένετο, ἐκκλησία συνήχθη κυρία ἐν̣ [τῷ θεά]- |
| τρωι ἐν τῆι προειρημένηι ἡμέραι, καθότι Λακ̣[εδαιμόνι]- | |
| οι καὶ Μεσσήνιοι συνωμολογήσαντο, καὶ ἀπ[ε]κληρώθη | |
| κριτήριον ἐκ παντὸς τοῦ δήμου τὸ μέγιστ̣ον ἐκ τῶν | |
| νόμων, κριταὶ ἑξακόσιοι, καὶ εἰσήχθη ἡ κρίσις κατά τε | |
| 50 | τὴν ἐπιστολὴν τοῦ προειρημένο[υ] στρατηγοῦ καὶ |
| κατὰ τὸ δόγμα τῆς συ[γκ]λ̣ήτου Π̣[— —] ἐπ’ ἀμφιλλο[γ]- | |
| [ία]ι̣ Ο̣[—]․[—]․ [Λ]ακ̣ε̣δαι[μον]ί[οι]ς τ̣ε κ̣[αὶ Μεσσηνίοις, ὁπό]- | |
| τεροι ταύτην τὴν χώραν κατεῖχ[ον ὅτε Λεύκιος] | |
| Μόμμιος ὕπατος ἢ ἀνθύπατος [ἐν ἐκείνῃ τῇ ἐπαρ]- | |
| 55 | χείαι ἐγένετο, ὅπως οὗτοι οὕτ[ως κατέχωσιν — — — — —] |
| ηιρήθη αὐτοῖς τὸ ὕδωρ πρὸς τὴμ [— — — — —, ἐπὶ μὲν τοῦ] | |
| πρώτου λόγου ἑκατέροις μετρη[ταὶ Μιλήσιοι δεκα]- | |
| πέντε, ἐπὶ δὲ τοῦ δευτέρου λόγου̣ [μετρηταὶ Μιλήσιοι] | |
| πέντε, καθότι καὶ αὐτοὶ εὐδόκησαν· [καὶ λ]ε̣ξάντων | |
| 60 | πρὸς τὴν τήρησιν τοῦ ὕδατος παρὰ [μὲν Λ]ακεδαιμονί- |
| ων Εὐδαμίδα τοῦ Εὐθυκλέος, παρὰ δὲ Με̣[σ]σ̣ηνίων Νίκ<ων>- | |
| ος τοῦ Νίκωνος, καὶ ῥηθέντων τῶν λόγων̣ [ὑ]φ’ ἑκατέ- | |
| ρων, ἐκρίθη κατεισχῆσθαι ἡ χώρα ὑπὸ Μεσσ̣[η]νίων ὅτε | |
| Λεύκιος Μόμμιος ὕπατος ἢ ἀνθύπατος [ἐ]ν ἐκεί- | |
| 65 | νηι τῆι ἐπαρχείαι ἐγένετο, καὶ ὅπως οὕτ̣[οι] οὕτως |
| κατέχωσιν. τῶν ψήφων, αἷς ἔδοξεν κατεισ[χῆσθαι] | |
| ἡ χώρα ὑπὸ Μεσσηνίων καὶ ὅπως οὕτοι οὕτω[ς κα]- | |
| τέχωσιν, πεντακόσιαι ὀγδοήκοντα τέσσα- | |
| ρες· αἷς κατεισχῆσθαι ὑπὸ Λακεδαιμονίω[ν], | |
| 70 | δεκαέξ. |
IvO
52