[ ] Elis — Olympia — bef. 580 BC
See also:
1 ἀ ϝράτρα τοῖς Ϝαλείοις· Πατρίαν θαρρε͂ν καὶ γενεὰν καὶ ταὐτο͂·
αἰ ζέ τις κατιαραύσειε, ϝάρρεˉν, ὀˉρ Ϝαλείοˉ· αἰ ζὲ μὲˉ ’πιθεῖαν τὰ ζί-
καια ὂρ μέγιστον τέλος ἔχοι καὶ τοὶ βασιλᾶες, ζέκα μναῖς κα
ἀποτίνοι ϝέκαστος το͂ν μὲˉ ’πιποεόντοˉν κα(θ)θυταῖς τοῖ Ζὶ Ὀλυν-
5 πίοι, ἐπένποι ζέ κ’ ἐλλανοζίκας, καὶ τἆλλα ζίκαια ἐπενπ-
έτοˉ ἀ ζαμιοˉργία· αἰ ζὲ μὲˉ ’νποι, ζίφυιον ἀποτινέτοˉ ἐν μαστρά-
αι· αἰ ζέ̣ τις τὸν αἰτιαθέντα ζικαιο͂ν ἰμάσκοι, ἐν ταῖ ζεκαμναΐαι κ’ ἐ-
νέχο[ιτ]ο, αἰ ϝειζὸˉς ἰμάσκοι. καὶ Πατρίας ὀ γροφεὺς ταὐτ̣ά κα πάσκοι,
[αἴ τ]ιν’ [ἀζ]ικέοι̣. ὀ π̣[ί]ναξ ἰαρὸς Ὀλυνπίαι.
Search Help
Contact Us