[ ] Achaia — Patrai (Patras) — late Rom. Imp. period — SEG 13.277
1 οὗτος ὁ κυδαλίμης γενεῆς Πελοπηίδος ὄρπηξ
Ὀξυλίδης Βασίλιος, ὁμώνυμος εἷο τοκῆι,
εἰθυδίκῳ πινυτῷ θεοπειθέι, ὅς τέ μιν οἶον
ἀρχὸν πενταέτηρον ἑκὼν ναέτῃσιν ὄπασσεν.
5 ὅσσα δ’ ἀριστονόου βουλῆς ὑπὸ νεύμασ̣ι φῶτας
ἔστι θέμις κατὰ ἄσ̣τ̣υ̣ τ̣ε̣λ̣ε̣ι̣έ̣μ̣εναι μάλ̣α π̣άντα,
μοῦνος ἐὼν θεσμοῖσιν νύσσατο καὶ ναετῆρας
πάντας ὁμῶς ξείνους τε̣ τ̣ελεσφόρον ἐς λυκάβαντα
ἠνεκέως λοετρ̣οῖσ̣ιν ἀρέ̣σ̣σατο· ἠδ’ ἄρα φῶτας
10 εἰλαπίναις χρυ̣σῷ τε καὶ εἵ̣μ̣α̣σι δ̣ηθὰ γεραίρων,
δέχνυ<τ’> ἐνὶμ μεγάροισι· θ̣ε̣μιστοπόλῳ δέ τε βουλῇ
καὶ δήμῳ κτεάνω[ν σφετ]έρων πόρε μύρια μέτρα
σπυροῦ Ἐλευσινίοιο, τ̣ὸ̣ν εὐρυχόρῳ ἐνὶ Πείσῃ,
Δημήτηρ λαγ̣όνων σταχυηκό̣μος ἐξανέηκεν·
15 ἑπτάκι δ’ αὖ δέκα χειλιάδας μελιηδέος οἴνου
ὤπασεν Ἀρ̣γ̣υ̣ρ̣ῆ̣ς ζαθέης ἄπο· ἕνδεκα δ’ αὖτε
χειλιάδας γλαυκε̣ῖ̣ο πόρ’ ἐνναέτῃσιν ἐλαίου.
τὸν μὲν ἄρ’ ἐν μεγάροισι πανημαδὸν ὑμνείοντες,
ἠδ’ ἄρα μιν γεράεσσιν ἀ̣μ̣ε̣ι̣β̣ό̣μ̣ε̣νοι μάλα πάντες,
20  εἰκόνι λαϊνέῃ πανομοίιον ἐστήσαντο.
Search Help
Contact Us