[ ]
Achaia — Patrai (Patras) — late Rom. Imp. period — SEG 13.277
| 1 | οὗτος ὁ κυδαλίμης γενεῆς Πελοπηίδος ὄρπηξ |
| Ὀξυλίδης Βασίλιος, ὁμώνυμος εἷο τοκῆι, | |
| εἰθυδίκῳ πινυτῷ θεοπειθέι, ὅς τέ μιν οἶον | |
| ἀρχὸν πενταέτηρον ἑκὼν ναέτῃσιν ὄπασσεν. | |
| 5 | ὅσσα δ’ ἀριστονόου βουλῆς ὑπὸ νεύμασ̣ι φῶτας |
| ἔστι θέμις κατὰ ἄσ̣τ̣υ̣ τ̣ε̣λ̣ε̣ι̣έ̣μ̣εναι μάλ̣α π̣άντα, | |
| μοῦνος ἐὼν θεσμοῖσιν ἀνύσσατο καὶ ναετῆρας | |
| πάντας ὁμῶς ξείνους τε̣ τ̣ελεσφόρον ἐς λυκάβαντα | |
| ἠνεκέως λοετρ̣οῖσ̣ιν ἀρέ̣σ̣σατο· ἠδ’ ἄρα φῶτας | |
| 10 | εἰλαπίναις χρυ̣σῷ τε καὶ εἵ̣μ̣α̣σι δ̣ηθὰ γεραίρων, |
| δέχνυ<τ’> ἐνὶμ μεγάροισι· θ̣ε̣μιστοπόλῳ δέ τε βουλῇ | |
| καὶ δήμῳ κτεάνω[ν σφετ]έρων πόρε μύρια μέτρα | |
| σπυροῦ Ἐλευσινίοιο, τ̣ὸ̣ν εὐρυχόρῳ ἐνὶ Πείσῃ, | |
| Δημήτηρ λαγ̣όνων σταχυηκό̣μος ἐξανέηκεν· | |
| 15 | ἑπτάκι δ’ αὖ δέκα χειλιάδας μελιηδέος οἴνου |
| ὤπασεν Ἀρ̣γ̣υ̣ρ̣ῆ̣ς ζαθέης ἄπο· ἕνδεκα δ’ αὖτε | |
| χειλιάδας γλαυκε̣ῖ̣ο πόρ’ ἐνναέτῃσιν ἐλαίου. | |
| τὸν μὲν ἄρ’ ἐν μεγάροισι πανημαδὸν ὑμνείοντες, | |
| ἠδ’ ἄρα μιν γεράεσσιν ἀ̣μ̣ε̣ι̣β̣ό̣μ̣ε̣νοι μάλα πάντες, | |
| 20 | εἰκόνι λαϊνέῃ πανομοίιον ἐστήσαντο. |