[ ]
Kypros — Salamis: Agios Sergios — 1st c. AD? — SEG 6.802
1 | εἴ τις ἐπὶ τὸν τάφον ἐλ- |
θεῖν βασιλεὺς ἢ τύραννος | |
ἢ στρατηγὸς ἢ οἱοσδήποτε | |
ἀνὴρ ἢ γυνὴ προσελεύσε- | |
5 | ται <ἢ> ἀρεῖ τι τῶν συνταφέντων |
αὐτοῖς ἢ νεκρὸν σκυλεύσει ἢ | |
αὐτοὺς μεταθήσει εἰς τόπον | |
ἄλλον ἢ ὑπ’ ἄστρα δείξει, ὑμεῖς | |
δαίμονες ἐνκότιοι αὐτῷ γέ- | |
10 | νοισθε καὶ μήτε ποσὶν μήτε |
γόνασιν μήτε ὀφθαλμοῖς ὁλό- | |
κληρος γλυκερὸν φάος ὁράτω, | |
καὶ μήτε βίον ἴσχοι στάσιμον, | |
μήτε γάμον, μήτε τέκνον | |
15 | ἴσχοι διόλου, μήτε ἀγαθόν τι |
ποιῶν χάριν ἢ κόρον ἴσχοι | |
μήτε κακόν τι ποιῶν λάθοι, | |
ἀλλ’ ἐν βασάνοις ἀπόλοιτο | |
καὶ ἐξώλης καὶ πανώλης | |
20 | γένοιτο· καὶ γένοιτο αὐτῷ |
τὰ νοητὰ ἀνόητα, τὰ εὔπο- | |
ρα ἄπορα, τὰ πράξιμα ἄπρα- | |
κτα, τὰ νόστιμα ἄνοστα, | |
τὰ πλωτὰ ἄπλωτα, τὰ κάρπι- | |
25 | μα ἄκαρπα, τὰ σπόριμα |
ἄσπορα, τὰ γόνιμα ἄγονα, | |
τὰ γλυκέα πικρά, τὰ εὐτυχῆ | |
ἀτυχῆ, τὰ λαμπρὰ μέλανα, τὰ | |
ἱλαρὰ λυπηρά, τὰ ζῶντα νε- | |
30 | κρά, τὰ γενέσια πένθιμα· καὶ |
μήτε παρὰ τῇ γῇ μητρὶ τε- | |
λευτήσας τόπον ἴσχοι μήτε | |
ψυχὴν αὐτοῦ ὑπὸ χθόνα | |
προσδέξοισθε, ἀλλ’ ἀνόδυρ- | |
35 | τος, ἄκλαυστος, ῥηπιξόμε- |
νος πρὸς κύνα δεινὸν καὶ | |
ἐχιδνῆς φυσήματος ἔστω. |