[ ] Kypros — Salamis: Agios Sergios — 1st c. AD? — SEG 6.802
1 εἴ τις ἐπὶ τὸν τάφον ἐλ-
θεῖν βασιλεὺς ἢ τύραννος
ἢ στρατηγὸς ἢ οἱοσδήποτε
ἀνὴρ ἢ γυνὴ προσελεύσε-
5 ται <ἢ> ἀρεῖ τι τῶν συνταφέντων
αὐτοῖς ἢ νεκρὸν σκυλεύσει ἢ
αὐτοὺς μεταθήσει εἰς τόπον
ἄλλον ἢ ὑπ’ ἄστρα δείξει, ὑμεῖς
δαίμονες ἐνκότιοι αὐτῷ γέ-
10 νοισθε καὶ μήτε ποσὶν μήτε
γόνασιν μήτε ὀφθαλμοῖς ὁλό-
κληρος γλυκερὸν φάος ὁράτω,
καὶ μήτε βίον ἴσχοι στάσιμον,
μήτε γάμον, μήτε τέκνον
15 ἴσχοι διόλου, μήτε ἀγαθόν τι
ποιῶν χάριν ἢ κόρον ἴσχοι
μήτε κακόν τι ποιῶν λάθοι,
ἀλλ’ ἐν βασάνοις ἀπόλοιτο
καὶ ἐξώλης καὶ πανώλης
20 γένοιτο· καὶ γένοιτο αὐτῷ
τὰ νοητὰ ἀνόητα, τὰ εὔπο-
ρα ἄπορα, τὰ πράξιμα ἄπρα-
κτα, τὰ νόστιμα ἄνοστα,
τὰ πλωτὰ ἄπλωτα, τὰ κάρπι-
25 μα ἄκαρπα, τὰ σπόριμα
ἄσπορα, τὰ γόνιμα ἄγονα,
τὰ γλυκέα πικρά, τὰ εὐτυχῆ
ἀτυχῆ, τὰ λαμπρὰ μέλανα, τὰ
ἱλαρὰ λυπηρά, τὰ ζῶντα νε-
30 κρά, τὰ γενέσια πένθιμα· καὶ
μήτε παρὰ τῇ γῇ μητρὶ τε-
λευτήσας τόπον ἴσχοι μήτε
ψυχὴν αὐτοῦ ὑπὸ χθόνα
προσδέξοισθε, ἀλλ’ ἀνόδυρ-
35 τος, ἄκλαυστος, ῥηπιξόμε-
νος πρὸς κύνα δεινὸν καὶ
ἐχιδνῆς φυσήματος ἔστω.
Search Help
Contact Us