[ ] Kypros — Salamis: Agios Sergios — 2nd c. BC — GVI 1833
1 τύμβε, τίνος τόδε σῆμα; τεὰν ὑπὸ λισσάδα κε[ῖται]
τίς, φράσον, οἰκτροτάταν μοῖραν ἐνεγκάμενο[ς];
Δημῶναξ, Σαλαμὶς ὃν ἐθρέψατο παῖδα φέριστον,
  ἐμπορίαις πικρὸν δ’ εἰς Ἀχέροντ’ ἔμολεν,
5 πόντον ἐπιπλώσας ἁλιμυρέα καὶ πολυκλαύτωι
  ματέρι καὶ γενέται στυγνὰ λιπὼν δάκρυα·
οὐχ ἧψαν γὰρ φῶς τὸ γαμήλιον οὐδ’ ὑμέναιον
  ἔκλαγον, ἀλλὰ γόους ὀκτακαιεικοσέτους.
οὐ κακός ἐστ’ Ἀΐδας; πάρι[θ]ι, ξένε, "χαῖρε" προσείπας,
10   κοινὸν ἐπεὶ θνατοῖς ὁ πλόος εἰς φθιμένους.
Search Help
Contact Us