[ ] Kypros — Salamis — 130/131 AD — I.Salamis 13
1 [Αὐ]τοκράτορι Καίσαρι θεοῦ
Τραιανοῦ Παρ[θικοῦ υἱῷ, θ]εοῦ Νερούα
υἱωνῷ, Τραια[νῷ Ἁδριανῷ Σεβα]στῷ,
ἀρχιερεῖ με[γίστῳ, δημαρχιχῆς] ἐξουσίας
5 τὸ ιδʹ ἔτος, ὑπά[τῳ τὸ γʹ, π]ατ[ρὶ] πατρίδος,
τῶ σωτῆρι καὶ εὐεργέτῃ τοῦ κόσμου
παντός, οἱ κατὰ Σαλαμεῖνα
   λίνυφοι.
Search Help
Contact Us